§1.92.1τοῦ δὲ μέλλοντος θάπτεσθαι σώματος οἱ συγγενεῖς προλέγουσι τὴν ἡμέραν τῆς ταφῆς τοῖς τε δικασταῖς καὶ τοῖς συγγενέσιν, ἔτι δὲ φίλοις τοῦ τετελευτηκότος, καὶ διαβεβαιοῦνται ὅτι διαβαίνειν μέλλει τὴν λίμνην, λέγοντες τοὔνομα τοῦ μετηλλαχότος.
对于即将下葬的尸体,亲属会向法官、亲属以及死者的朋友预先宣告埋葬的日期,并宣称死者即将渡过湖泊,同时呼唤逝者的名字。
§1.92.2ἔπειτα παραγενομένων δικαστῶν δυσὶ πλειόνων τῶν τετταράκοντα, καὶ καθισάντων ἐπί τινος ἡμικυκλίου κατεσκευασμένου πέραν τῆς λίμνης, ἡ μὲν βᾶρις καθέλκεται, κατεσκευασμένη πρότερον ὑπὸ τῶν ταύτην ἐχόντων τὴν ἐπιμέλειαν, ἐφέστηκε δὲ ταύτῃ ὁ πορθμεύς, ὃν Αἰγύπτιοι κατὰ τὴν ἰδίαν διάλεκτον ὀνομάζουσι χάρωνα.
随后,比四十人多两名(即四十二名)的法官到来,并坐在湖对岸设好的半圆形席位上,此时,由负责此事的人事先准备好的巴里斯船便下水,船上站着船夫,埃及人用自己的语言称他为卡戎。
§1.92.3διὸ καί φασιν Ὀρφέα τὸ παλαιὸν εἰς Αἴγυπτον παραβαλόντα καὶ θεασάμενον τοῦτο τὸ νόμιμον, μυθοποιῆσαι τὰ καθʼ ᾅδου, τὰ μὲν μιμησάμενον, τὰ δʼ αὐτὸν ἰδίᾳ πλασάμενον· ὑπὲρ οὗ τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν.
因此人们说,古时奥非乌斯来到埃及,目睹了这一习俗,从而创作了关于冥界的神话,其中一部分是模仿,另一部分则是他自己独自虚构的;关于这一点,我们稍后将进行详细记述。
§1.92.4οὐ μὴν ἀλλὰ τῆς βάρεως εἰς τὴν λίμνην καθελκυσθείσης, πρὶν ἢ τὴν λάρνακα τὴν τὸν νεκρὸν ἔχουσαν εἰς αὐτὴν τίθεσθαι, τῷ βουλομένῳ κατηγορεῖν ὁ νόμος ἐξουσίαν δίδωσιν.
无论如何,在巴里斯船下水到湖中后,在装有尸体的棺材被放入船中之前,法律允许任何想要控告的人进行控告。
ἐὰν μὲν οὖν τις παρελθὼν ἐγκαλέσῃ καὶ δείξῃ βεβιωκότα κακῶς, οἱ μὲν κριταὶ τὰς γνώμας πᾶσιν ἀποφαίνονται, τὸ δὲ σῶμα εἴργεται τῆς εἰθισμένης ταφῆς· ἐὰν δʼ ὁ ἐγκαλέσας δόξῃ μὴ δικαίως κατηγορεῖν, μεγάλοις περιπίπτει προστίμοις.
因此,如果有人走上前去指控,并证明死者生前作恶,法官们就会向所有人公布他们的判决,而尸体则被禁止进行惯常的埋葬;但如果指控者被认为是不公正地指控,他就会面临重罚。
§1.92.5ὅταν δὲ μηδεὶς ὑπακούσῃ κατήγορος ἢ παρελθὼν γνωσθῇ συκοφάντης ὑπάρχειν, οἱ μὲν συγγενεῖς ἀποθέμενοι τὸ πένθος ἐγκωμιάζουσι τὸν τετελευτηκότα, καὶ περὶ μὲν τοῦ γένους οὐδὲν λέγουσιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ὑπολαμβάνοντες ἅπαντας ὁμοίως εὐγενεῖς εἶναι τοὺς κατʼ Αἴγυπτον, τὴν δʼ ἐκ παιδὸς ἀγωγὴν καὶ παιδείαν διελθόντες, πάλιν ἀνδρὸς γεγονότος τὴν εὐσέβειαν καὶ δικαιοσύνην, ἔτι δὲ τὴν ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς αὐτοῦ διεξέρχονται, καὶ παρακαλοῦσι τοὺς κάτω θεοὺς δέξασθαι σύνοικον τοῖς εὐσεβέσι·
当没有控告者响应,或者走上前去的人被证实是诬告者时,亲属们就会脱去丧服,歌颂死者。 他们不提死者的家世(这与希腊人的习惯不同),因为他们认为埃及的所有人都是同样高贵的;他们会回顾死者自幼接受的抚养和教育,继而历数他成人之后的敬虔、正义、克制以及他的其他美德,并祈求地下的神明接纳他与敬虔之人同住。
τὸ δὲ πλῆθος ἐπευφημεῖ καὶ ἀποσεμνύνει τὴν δόξαν τοῦ τετελευτηκότος, ὡς τὸν αἰῶνα διατρίβειν μέλλοντος καθʼ ᾅδου μετὰ τῶν εὐσεβῶν.
群众也随之欢呼,推崇死者的荣耀,认为他将在冥界与敬虔之人共同度过永恒。
§1.92.6τὸ δὲ σῶμα τιθέασιν οἱ μὲν ἰδίους ἔχοντες τάφους ἐν ταῖς ἀποδεδειγμέναις θήκαις, οἷς δʼ οὐχ ὑπάρχουσι τάφων κτήσεις, καινὸν οἴκημα ποιοῦσι κατὰ τὴν ἰδίαν οἰκίαν, καὶ πρὸς τὸν ἀσφαλέστατον τῶν τοίχων ὀρθὴν ἱστᾶσι τὴν λάρνακα.
至于尸体,那些拥有私人墓穴的人会将其放入指定的墓室中;而那些没有墓地所有权的人,则在自己的房子里建造一个特别的小房间,并将棺材直立靠在最坚固的墙壁上。
καὶ τοὺς κωλυομένους δὲ διὰ τὰς κατηγορίας ἢ πρὸς δάνειον ὑποθήκας θάπτεσθαι τιθέασι κατὰ τὴν ἰδίαν οἰκίαν· οὓς ὕστερον ἐνίοτε παίδων παῖδες εὐπορήσαντες καὶ τῶν τε συμβολαίων καὶ τῶν ἐγκλημάτων ἀπολύσαντες μεγαλοπρεποῦς ταφῆς ἀξιοῦσι.
甚至那些因被指控或因借贷抵押而被禁止埋葬的人,也被安放在自己的房子里;这些人后来有时会因为子孙变得富裕,免除了契约和指控,从而获得隆重的葬礼。