Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.91.1-1.91.7

埃及的哀悼习俗与木乃伊防腐处理程序

第 92 段,共 406 段 · 希腊语

内容简介

本段详细说明了埃及人的丧祭哀悼习俗、三种不同费用的葬礼等级,以及由“书记”、“切开者”和“防腐师”等专业人员进行木乃伊防腐处理的具体流程。

§1.91.1οὐχ ἥκιστα δʼ ἄν τις πυθόμενος τὰ περὶ τοὺς τετελευτηκότας νόμιμα τῶν Αἰγυπτίων θαυμάσαι τὴν ἰδιότητα τῶν ἐθῶν.
如果有人了解了埃及人关于死者的习俗,定会极大地惊叹其风俗的奇异。
ὅταν γάρ τις ἀποθάνῃ παρʼ αὐτοῖς, οἱ μὲν συγγενεῖς καὶ φίλοι πάντες καταπλαττόμενοι πηλῷ τὰς κεφαλὰς περιέρχονται τὴν πόλιν θρηνοῦντες, ἕως ἂν ταφῆς τύχῃ τὸ σῶμα.
因为每当他们之中有人去世,所有的亲属和朋友都会把泥糊在头上,在城市里游走哀悼,直到尸体得到安葬。
οὐ μὴν οὔτε λουτρῶν οὔτε οἴνου οὔτε τῆς ἄλλης τροφῆς ἀξιολόγου μεταλαμβάνουσιν, οὔτε ἐσθῆτας λαμπρὰς περιβάλλονται.
此外,他们既不沐浴,也不饮酒或享用其他任何值当的食物,更不穿华丽的衣服。
§1.91.2τῶν δὲ ταφῶν τρεῖς ὑπάρχουσι τάξεις, ἥ τε πολυτελεστάτη καὶ μέση καὶ ταπεινοτάτη.
葬礼分为三个等级,即最昂贵的、中等的和最廉价的。
κατὰ μὲν οὖν τὴν πρώτην ἀναλίσκεσθαί φασιν ἀργυρίου τάλαντον, κατὰ δὲ τὴν δευτέραν μνᾶς εἴκοσι, κατὰ δὲ τὴν ἐσχάτην παντελῶς ὀλίγον τι δαπάνημα γίνεσθαι λέγουσιν.
据说,按第一等需要花费一塔兰特银子,按第二等需要二十米纳,而按最后一等,他们说花费极其微薄。
§1.91.3οἱ μὲν οὖν τὰ σώματα θεραπεύοντές εἰσι τεχνῖται, τὴν ἐπιστήμην ταύτην ἐκ γένους παρειληφότες·
那些处理尸体的人是手艺人,他们世代继承了这一技艺。
οὗτοι δὲ γραφὴν ἑκάστου τῶν εἰς τὰς ταφὰς δαπανωμένων τοῖς οἰκείοις τῶν τελευτησάντων προσενέγκαντες ἐπερωτῶσι τίνα τρόπον βούλονται τὴν θεραπείαν γενέσθαι τοῦ σώματος.
这些人向死者的家属呈递一份关于葬礼各项花费的清单,并询问他们希望以何种方式处理尸体。
§1.91.4διομολογησάμενοι δὲ περὶ πάντων καὶ τὸν νεκρὸν παραλαβόντες, τοῖς τεταγμένοις ἐπὶ τὴν κατειθισμένην ἐπιμέλειαν τὸ σῶμα παραδιδόασι.
在对所有事项达成协议并接管尸体后,他们将尸体交给那些负责常规护理的人。
καὶ πρῶτος μὲν ὁ γραμματεὺς λεγόμενος τεθέντος χαμαὶ τοῦ σώματος ἐπὶ τὴν λαγόνα περιγράφει τὴν εὐώνυμον ὅσον δεῖ διατεμεῖν· ἔπειτα δʼ ὁ λεγόμενος παρασχίστης λίθον ἔχων Αἰθιοπικὸν καὶ διατεμὼν ὡς ὁ νόμος κελεύει τὴν σάρκα, παραχρῆμα φεύγει δρόμῳ, διωκόντων τῶν συμπαρόντων καὶ λίθοις βαλλόντων, ἔτι δὲ καταρωμένων καὶ καθαπερεὶ τὸ μύσος εἰς ἐκεῖνον τρεπόντων· ὑπολαμβάνουσι γὰρ μισητὸν εἶναι πάντα τὸν ὁμοφύλῳ σώματι βίαν προσφέροντα καὶ τραύματα ποιοῦντα καὶ καθόλου τι κακὸν ἀπεργαζόμενον.
首先,被称为“书记”的人,在尸体平放在地上后,在左侧胁腹画出需要切开的范围;接着,被称为“切开者”的人拿着一块埃塞俄比亚石,按照法律的规定切开肌肉,随后立即飞奔逃跑,而旁观的人则在后面追赶并向他投掷石块,甚至咒骂他,仿佛把这股不洁转嫁到他身上;因为他们认为,凡是对同胞的身体施加暴力、造成创伤、并在总体上带来伤害的人,都是可恶的。
§1.91.5οἱ ταριχευταὶ δὲ καλούμενοι πάσης μὲν τιμῆς καὶ πολυωρίας ἀξιοῦνται, τοῖς τε ἱερεῦσι συνόντες καὶ τὰς εἰς ἱερὸν εἰσόδους ἀκωλύτως ὡς καθαροὶ ποιοῦνται·
而被称为“防腐师”的人则受到极大的尊崇和敬意,他们与祭司交往,并作为洁净之人不受阻碍地出入神殿。
πρὸς δὲ τὴν θεραπείαν τοῦ παρεσχισμένου σώματος ἀθροισθέντων αὐτῶν εἷς καθίησι τὴν χεῖρα διὰ τῆς τοῦ νεκροῦ τομῆς εἰς τὸν θώρακα καὶ πάντα ἐξαιρεῖ χωρὶς νεφρῶν καὶ καρδίας, ἕτερος δὲ καθαίρει τῶν ἐγκοιλίων ἕκαστον κλύζων οἴνῳ φοινικείῳ καὶ θυμιάμασι.
当他们聚集在一起处理切开的尸体时,其中一人透过死者身上的切口将手探入胸腔,取出除肾脏和心脏以外的所有内脏,而另一人则用椰枣酒和香料冲洗,清洁每一部分内脏。
§1.91.6καθόλου δὲ πᾶν τὸ σῶμα τὸ μὲν πρῶτον κεδρίᾳ καί τισιν ἄλλοις ἐπιμελείας ἀξιοῦσιν ἐφʼ ἡμέρας πλείους τῶν τριάκοντα, ἔπειτα σμύρνῃ καὶ κιναμώμῳ καὶ τοῖς δυναμένοις μὴ μόνον πολυχρόνιον τήρησιν, ἀλλὰ καὶ τὴν εὐωδίαν παρέχεσθαι·
总的来说,他们先用杉树油和其他药物精细处理整个身体三十多天,然后用没药、肉桂以及不仅能长期保存而且能散发香气的东西处理。
θεραπεύσαντες δὲ παραδιδόασι τοῖς συγγενέσι τοῦ τετελευτηκότος οὕτως ἕκαστον τῶν τοῦ σώματος μελῶν ἀκέραιον τετηρημένον ὥστε καὶ τὰς ἐπὶ τοῖς βλεφάροις καὶ ταῖς ὀφρύσι τρίχας διαμένειν καὶ τὴν ὅλην πρόσοψιν τοῦ %5σώματος ἀπαράλλακτον εἶναι καὶ τὸν τῆς μορφῆς τύπον γνωρίζεσθαι·
处理完毕后,他们将尸体移交给死者的家属,此时尸体的每一个部位都被保存得如此完好,以至于眼睑和眉毛上的毛发都依然存在,尸体的整个面貌也毫无改变,其容貌的特征完全可以辨认。
§1.91.7διὸ καὶ πολλοὶ τῶν Αἰγυπτίων ἐν οἰκήμασι πολυτελέσι φυλάττοντες τὰ σώματα τῶν προγόνων, κατʼ ὄψιν ὁρῶσι τοὺς γενεαῖς πολλαῖς τῆς ἑαυτῶν γενέσεως προτετελευτηκότας, ὥστε ἑκάστων τά τε μεγέθη καὶ τὰς περιοχὰς τῶν σωμάτων, ἔτι δὲ τοὺς τῆς ὄψεως χαρακτῆρας ὁρωμένους παράδοξον ψυχαγωγίαν παρέχεσθαι καθάπερ συμβεβιωκότας τοῖς θεωμένοις.
因此,许多埃及人将祖先的遗体保存在华丽的墓室中,亲眼看着那些在他们出生前许多代就已经去世的人,从而使每一个人的身高、身形轮廓、乃至面部特征都清晰可见,给观看者带来了一种奇妙的慰藉,仿佛他们曾与这些人共同生活过一样。

词汇与语法注释

  1. 1.91.1πυθόμενος — 这是一个表示条件的状语分词,充当主句潜在祈愿语气(ἄν τις ... θαυμάσαι)的条件从句(“如果有人了解”)。
  2. 1.91.4τεθέντος χαμαὶ τοῦ σώματος — 这是一个属格绝对(独立属格)结构,表示主句动作之前的临时背景(“在尸体平放在地上后”)。其主语与主句主语(ὁ γραμματεὺς ... περιγράφει)不同,因而使用属格。
  3. 1.91.6ὥστε καὶ τὰς ἐπὶ τοῖς βλεφάροις καὶ ταῖς ὀφρύσι τρίχας διαμένειν — 由 ὥστε 引导的结果从句,带不定式(διαμένειν, εἶναι, γνωρίζεσθαι),表示处理的实际结果(“以至于连……毛发都依然存在”)。不定式的动作发出者由宾格(τὰς ... τρίχας等)表示。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.91.1-1.91.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.91.1-1.91.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。