§1.92.1τοῦ δὲ μέλλοντος θάπτεσθαι σώματος οἱ συγγενεῖς προλέγουσι τὴν ἡμέραν τῆς ταφῆς τοῖς τε δικασταῖς καὶ τοῖς συγγενέσιν, ἔτι δὲ φίλοις τοῦ τετελευτηκότος, καὶ διαβεβαιοῦνται ὅτι διαβαίνειν μέλλει τὴν λίμνην, λέγοντες τοὔνομα τοῦ μετηλλαχότος.
埋葬されようとしている遺体について、親族は、裁判官たちや親族たち、さらには死者の友人たちに埋葬の日取りを前もって告げ、亡くなった者の名を呼びながら、彼が湖を渡ることになっていると言明する。
§1.92.2ἔπειτα παραγενομένων δικαστῶν δυσὶ πλειόνων τῶν τετταράκοντα, καὶ καθισάντων ἐπί τινος ἡμικυκλίου κατεσκευασμένου πέραν τῆς λίμνης, ἡ μὲν βᾶρις καθέλκεται, κατεσκευασμένη πρότερον ὑπὸ τῶν ταύτην ἐχόντων τὴν ἐπιμέλειαν, ἐφέστηκε δὲ ταύτῃ ὁ πορθμεύς, ὃν Αἰγύπτιοι κατὰ τὴν ἰδίαν διάλεκτον ὀνομάζουσι χάρωνα.
次いで、40人より2人多い裁判官たちが集まり、湖の向こう側に設けられた半円形の席に着くと、この管理を担当する者たちによってあらかじめ準備されたバリス船が水に下ろされ、この船には、エチオピア人が自分たちの言葉でカロンと呼ぶ船頭が乗り込む。
§1.92.3διὸ καί φασιν Ὀρφέα τὸ παλαιὸν εἰς Αἴγυπτον παραβαλόντα καὶ θεασάμενον τοῦτο τὸ νόμιμον, μυθοποιῆσαι τὰ καθʼ ᾅδου, τὰ μὲν μιμησάμενον, τὰ δʼ αὐτὸν ἰδίᾳ πλασάμενον·
それゆえ、かつてオルフェウスがエジプトを訪れてこの慣習を目にし、ある部分は模倣し、ある部分は自ら独自に作り出して、冥界に関する物語を創作したのだと言われている。
ὑπὲρ οὗ τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν.
これらについては、少し後で部分ごとに詳述することにしよう。
§1.92.4οὐ μὴν ἀλλὰ τῆς βάρεως εἰς τὴν λίμνην καθελκυσθείσης, πρὶν ἢ τὴν λάρνακα τὴν τὸν νεκρὸν ἔχουσαν εἰς αὐτὴν τίθεσθαι, τῷ βουλομένῳ κατηγορεῖν ὁ νόμος ἐξουσίαν δίδωσιν.
ともあれ、バリス船が湖に下ろされると、死者を納めた棺がその中に置かれる前に、法は、告発することを望む者にその権限を与える。
ἐὰν μὲν οὖν τις παρελθὼν ἐγκαλέσῃ καὶ δείξῃ βεβιωκότα κακῶς, οἱ μὲν κριταὶ τὰς γνώμας πᾶσιν ἀποφαίνονται, τὸ δὲ σῶμα εἴργεται τῆς εἰθισμένης ταφῆς·
そこで、もし誰かが進み出て告発し、彼が悪しき人生を送ったことを示すなら、裁判官たちは全員にその判決を公表し、遺体は慣習的な埋葬を禁じられる。
ἐὰν δʼ ὁ ἐγκαλέσας δόξῃ μὴ δικαίως κατηγορεῖν, μεγάλοις περιπίπτει προστίμοις.
しかし、もし告発した者が不当に告発したとみなされれば、彼は重い罰金に処される。
§1.92.5ὅταν δὲ μηδεὶς ὑπακούσῃ κατήγορος ἢ παρελθὼν γνωσθῇ συκοφάντης ὑπάρχειν, οἱ μὲν συγγενεῖς ἀποθέμενοι τὸ πένθος ἐγκωμιάζουσι τὸν τετελευτηκότα, καὶ περὶ μὲν τοῦ γένους οὐδὲν λέγουσιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ὑπολαμβάνοντες ἅπαντας ὁμοίως εὐγενεῖς εἶναι τοὺς κατʼ Αἴγυπτον, τὴν δʼ ἐκ παιδὸς ἀγωγὴν καὶ παιδείαν διελθόντες, πάλιν ἀνδρὸς γεγονότος τὴν εὐσέβειαν καὶ δικαιοσύνην, ἔτι δὲ τὴν ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς αὐτοῦ διεξέρχονται, καὶ παρακαλοῦσι τοὺς κάτω θεοὺς δέξασθαι σύνοικον τοῖς εὐσεβέσι·
告発者が一人も現れないか、あるいは進み出た者が中傷者であると判明したときには、親族は哀悼を解いて死者を賛美する。 その際、ギリシア人の間におけるのとは異なり、家柄については何も言わない。 なぜなら彼らはエジプトにいる者は皆同様に高貴な生まれであると考えているからである。 そして、子供の頃からの養育と教育について語り、さらに彼が成人してからの、敬虔さと正義、また自己管理やその他の徳について詳述し、冥界の神々に、彼を敬虔な人々と同じ住まいに受け入れるよう懇願する。
τὸ δὲ πλῆθος ἐπευφημεῖ καὶ ἀποσεμνύνει τὴν δόξαν τοῦ τετελευτηκότος, ὡς τὸν αἰῶνα διατρίβειν μέλλοντος καθʼ ᾅδου μετὰ τῶν εὐσεβῶν.
すると群衆は歓呼して死者の栄誉をたたえる。 彼が冥界で敬虔な人々とともに永遠の時を過ごすことになるであろうとして。
§1.92.6τὸ δὲ σῶμα τιθέασιν οἱ μὲν ἰδίους ἔχοντες τάφους ἐν ταῖς ἀποδεδειγμέναις θήκαις, οἷς δʼ οὐχ ὑπάρχουσι τάφων κτήσεις, καινὸν οἴκημα ποιοῦσι κατὰ τὴν ἰδίαν οἰκίαν, καὶ πρὸς τὸν ἀσφαλέστατον τῶν τοίχων ὀρθὴν ἱστᾶσι τὴν λάρνακα.
そして、独自の墓を持つ人々は、定められた納骨処に遺体を納め、墓の所有権を持たない人々は、自分たちの家の中に特別な小部屋を作り、最も頑丈な壁に寄せて棺を直立させて置く。
καὶ τοὺς κωλυομένους δὲ διὰ τὰς κατηγορίας ἢ πρὸς δάνειον ὑποθήκας θάπτεσθαι τιθέασι κατὰ τὴν ἰδίαν οἰκίαν·
また、告発や借金の抵当のために埋葬を禁じられた者たちをも、自分たちの家の中に置く。
οὓς ὕστερον ἐνίοτε παίδων παῖδες εὐπορήσαντες καὶ τῶν τε συμβολαίων καὶ τῶν ἐγκλημάτων ἀπολύσαντες μεγαλοπρεποῦς ταφῆς ἀξιοῦσι.
彼らを、後になって時には子孫たちが裕福になり、契約や告発から解放して、豪奢な埋葬を施すのである。