§1.90.1φέρουσι δὲ καί τινες τοιαύτην αἰτίαν τῆς τῶν ζῴων ἀφιερώσεως.
还有一些人对动物的神圣化提出了如下的原因。
συναγομένων γὰρ ἐν ἀρχῇ τῶν ἀνθρώπων ἐκ τοῦ θηριώδους βίου, τὸ μὲν πρῶτον ἀλλήλους κατεσθίειν καὶ πολεμεῖν, ἀεὶ τοῦ πλέον δυναμένου τὸν ἀσθενέστερον κατισχύοντος· μετὰ δὲ ταῦτα τοὺς τῇ ῥώμῃ λειπομένους ὑπὸ τοῦ συμφέροντος διδαχθέντας ἀθροίζεσθαι καὶ ποιῆσαι σημεῖον ἑαυτοῖς ἐκ τῶν ὕστερον καθιερωθέντων ζῴων· πρὸς δὲ τοῦτο τὸ σημεῖον τῶν ἀεὶ δεδιότων συντρεχόντων, οὐκ εὐκαταφρόνητον τοῖς ἐπιτιθεμένοις γίνεσθαι τὸ σύστημα·
因为他们说,在人类最初从野兽般的生活中聚集起来时,起初他们互相吞食并发生战争,强者总是压倒弱者;但在此之后,那些力量不足的人受自身利益的启发,聚集在一起,从后来被奉为神圣的动物中为自己制作了一个标志;由于那些总是处于恐惧中的人纷纷奔向这个标志,这一群体便让袭击他们的人不敢轻易小觑。
§1.90.2τὸ δʼ αὐτὸ καὶ τῶν ἄλλων ποιούντων διαστῆναι μὲν τὰ πλήθη κατὰ συστήματα, τὸ δὲ ζῷον τὸ τῆς ἀσφαλείας ἑκάστοις γενόμενον αἴτιον τιμῶν τυχεῖν ἰσοθέων, ὡς τὰ μέγιστʼ εὐηργετηκός·
由于其他人也做了同样的事情,人群便按群体分立开来,而为每个群体带来安全的动物,也因为带来了最大的恩惠,从而获得了与神同等的崇敬。
διόπερ ἄχρι τῶν νῦν χρόνων τὰ τῶν Αἰγυπτίων ἔθνη διεστηκότα τιμᾶν τὰ παρʼ ἑαυτοῖς ἐξ ἀρχῆς τῶν ζῴων καθιερωθέντα.
因此,直到今天,埃及的各个部族依然处于分立状态,并崇敬那些最初在他们之中被奉为神圣的动物。
καθόλου δέ φασι τοὺς Αἰγυπτίους ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους εὐχαρίστως διακεῖσθαι πρὸς πᾶν τὸ εὐεργετοῦν, νομίζοντας μεγίστην ἐπικουρίαν εἶναι τῷ βίῳ τὴν ἀμοιβὴν τῆς πρὸς τοὺς εὐεργέτας χάριτος· δῆλον γὰρ εἶναι διότι πάντες πρὸς εὐεργεσίαν ὁρμήσουσι τούτων μάλιστα παρʼ οἷς ἄν ὁρῶσι κάλλιστα θησαυρισθησομένας τὰς χάριτας.
总的来说,他们说埃及人比其他任何人都更感恩于一切给予他们恩惠的事物,认为对恩人的感恩报答是生活中的最大保障;因为显而易见,所有人都最乐意将恩惠施予那些他们看到其感恩之心能被最完美地珍藏的人。
§1.90.3διὰ δὲ τὰς αὐτὰς αἰτίας δοκοῦσιν Αἰγύπτιοι τοὺς ἑαυτῶν βασιλεῖς προσκυνεῖν τε καὶ τιμᾶν ὡς πρὸς ἀλήθειαν ὄντας θεούς, ἅμα μὲν οὐκ ἄνευ δαιμονίου τινὸς προνοίας νομίζοντες αὐτοὺς τετευχέναι τῆς τῶν ὅλων ἐξουσίας, ἅμα δὲ τοὺς βουλομένους τε καὶ δυναμένους τὰ μέγιστʼ εὐεργετεῖν ἡγούμενοι θείας μετέχειν φύσεως.
出于同样的原因,埃及人似乎也向自己的国王下跪并尊崇他们,视其为真正的神明,一方面认为他们并非没有某种神圣的眷顾才获得对一切的统治权,另一方面则认为,凡有意愿且有能力施予最大恩惠的人,都分享了神圣的本性。
§1.90.4περὶ μὲν οὖν τῶν ἀφιερωμένων ζῴων εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν γε τὰ μάλιστα θαυμαζόμενα τῶν παρʼ Αἰγυπτίοις νόμιμα διευκρινήκαμεν.
那么,关于被奉为神圣的动物,即使我们说得有些冗长,但无论如何,我们已经阐明了埃及人的习俗中最令人惊叹的部分。