Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.91.1-1.91.7

エジプトの哀悼の習慣とミイラ製作の手順

92 / 406 箇所 · ギリシア語

要旨

エジプトの葬儀における哀悼の習わし、費用ごとの3つの等級、および「書記」、「切開者」、「防腐処理者」といった専門職によるミイラ製作の具体的な手順について説明している。

§1.91.1οὐχ ἥκιστα δʼ ἄν τις πυθόμενος τὰ περὶ τοὺς τετελευτηκότας νόμιμα τῶν Αἰγυπτίων θαυμάσαι τὴν ἰδιότητα τῶν ἐθῶν.
エジプト人の死者に関する慣習を尋ね知るなら、その風習の特異さに最も驚嘆せざるを得ないであろう。
ὅταν γάρ τις ἀποθάνῃ παρʼ αὐτοῖς, οἱ μὲν συγγενεῖς καὶ φίλοι πάντες καταπλαττόμενοι πηλῷ τὰς κεφαλὰς περιέρχονται τὴν πόλιν θρηνοῦντες, ἕως ἂν ταφῆς τύχῃ τὸ σῶμα.
彼らの間で誰かが亡くなると、親族や友人は皆、頭に泥を塗り、遺体が埋葬されるまで、嘆き悲しみながら町を巡り歩く。
οὐ μὴν οὔτε λουτρῶν οὔτε οἴνου οὔτε τῆς ἄλλης τροφῆς ἀξιολόγου μεταλαμβάνουσιν, οὔτε ἐσθῆτας λαμπρὰς περιβάλλονται.
さらに彼らは、入浴もせず、ワインも、他のいかなる上等な食べ物も口にせず、また華やかな衣服を身にまとうこともない。
§1.91.2τῶν δὲ ταφῶν τρεῖς ὑπάρχουσι τάξεις, ἥ τε πολυτελεστάτη καὶ μέση καὶ ταπεινοτάτη.
埋葬には3つの等級があり、最も高価なもの、中位のもの、最も安価なものである。
κατὰ μὲν οὖν τὴν πρώτην ἀναλίσκεσθαί φασιν ἀργυρίου τάλαντον, κατὰ δὲ τὴν δευτέραν μνᾶς εἴκοσι, κατὰ δὲ τὴν ἐσχάτην παντελῶς ὀλίγον τι δαπάνημα γίνεσθαι λέγουσιν.
すなわち、第1の等級によれば銀1タラントンが費やされ、第2の等級によれば 20ミナ、そして最後の等級によれば、極めてわずかな費用しかかからないと言われている。
§1.91.3οἱ μὲν οὖν τὰ σώματα θεραπεύοντές εἰσι τεχνῖται, τὴν ἐπιστήμην ταύτην ἐκ γένους παρειληφότες·
さて、遺体を処理する人々は、この技術を代々受け継いできた専門の職人たちである。
οὗτοι δὲ γραφὴν ἑκάστου τῶν εἰς τὰς ταφὰς δαπανωμένων τοῖς οἰκείοις τῶν τελευτησάντων προσενέγκαντες ἐπερωτῶσι τίνα τρόπον βούλονται τὴν θεραπείαν γενέσθαι τοῦ σώματος.
彼らは、埋葬にかかる個々の費用の明細を死者の親族に提示し、遺体の処理をどのような方法で行いたいかを尋ねる。
§1.91.4διομολογησάμενοι δὲ περὶ πάντων καὶ τὸν νεκρὸν παραλαβόντες, τοῖς τεταγμένοις ἐπὶ τὴν κατειθισμένην ἐπιμέλειαν τὸ σῶμα παραδιδόασι.
すべてのことについて合意に達し、遺体を引き取ると、彼らは慣習的な世話を専門に行う者たちに遺体を引き渡す。
καὶ πρῶτος μὲν ὁ γραμματεὺς λεγόμενος τεθέντος χαμαὶ τοῦ σώματος ἐπὶ τὴν λαγόνα περιγράφει τὴν εὐώνυμον ὅσον δεῖ διατεμεῖν·
そしてまず、「書記」と呼ばれる者が、遺体が地面に置かれると、左の脇腹に切り開くべき範囲を線で描く。
ἔπειτα δʼ ὁ λεγόμενος παρασχίστης λίθον ἔχων Αἰθιοπικὸν καὶ διατεμὼν ὡς ὁ νόμος κελεύει τὴν σάρκα, παραχρῆμα φεύγει δρόμῳ, διωκόντων τῶν συμπαρόντων καὶ λίθοις βαλλόντων, ἔτι δὲ καταρωμένων καὶ καθαπερεὶ τὸ μύσος εἰς ἐκεῖνον τρεπόντων·
次いで、「切開者」と呼ばれる者が、エチオピア産の石を手に持って法が命じる通りに肉を切り開くと、ただちに走って逃げ去る。 その際、居合わせた者たちが追いかけ、石を投げつけ、さらに呪いの言葉を吐きかけ、あたかもその穢れを彼に転嫁するかのように振る舞う。
ὑπολαμβάνουσι γὰρ μισητὸν εἶναι πάντα τὸν ὁμοφύλῳ σώματι βίαν προσφέροντα καὶ τραύματα ποιοῦντα καὶ καθόλου τι κακὸν ἀπεργαζόμενον.
というのも彼らは、同族の身体に対して暴力を振るい、傷を負わせ、総じて害をなす者は、何人であれ嫌悪すべき存在であると考えているからである。
§1.91.5οἱ ταριχευταὶ δὲ καλούμενοι πάσης μὲν τιμῆς καὶ πολυωρίας ἀξιοῦνται, τοῖς τε ἱερεῦσι συνόντες καὶ τὰς εἰς ἱερὸν εἰσόδους ἀκωλύτως ὡς καθαροὶ ποιοῦνται·
他方、「防腐処理者」と呼ばれる者たちは、あらゆる名誉と敬意を受ける価値があるとみなされ、神官たちと交わり、清められた者として神殿への立ち入りを妨げられることなく行う。
πρὸς δὲ τὴν θεραπείαν τοῦ παρεσχισμένου σώματος ἀθροισθέντων αὐτῶν εἷς καθίησι τὴν χεῖρα διὰ τῆς τοῦ νεκροῦ τομῆς εἰς τὸν θώρακα καὶ πάντα ἐξαιρεῖ χωρὶς νεφρῶν καὶ καρδίας, ἕτερος δὲ καθαίρει τῶν ἐγκοιλίων ἕκαστον κλύζων οἴνῳ φοινικείῳ καὶ θυμιάμασι.
切開された遺体の処理のために彼らが集まると、そのうちの一人が死者の切開口から胸腔へと手を差し入れ、腎臓と心臓を除くすべての内臓を取り出す。 そしてもう一人が、内臓の各々をナツメヤシの酒と香料で洗い清める。
§1.91.6καθόλου δὲ πᾶν τὸ σῶμα τὸ μὲν πρῶτον κεδρίᾳ καί τισιν ἄλλοις ἐπιμελείας ἀξιοῦσιν ἐφʼ ἡμέρας πλείους τῶν τριάκοντα, ἔπειτα σμύρνῃ καὶ κιναμώμῳ καὶ τοῖς δυναμένοις μὴ μόνον πολυχρόνιον τήρησιν, ἀλλὰ καὶ τὴν εὐωδίαν παρέχεσθαι·
総じて、遺体全体をまず杉油やその他のもので30日以上にわたって入念に処理し、その後、没薬や肉桂、および長期の保存だけでなく芳香を与えることができるものたちで処理する。
θεραπεύσαντες δὲ παραδιδόασι τοῖς συγγενέσι τοῦ τετελευτηκότος οὕτως ἕκαστον τῶν τοῦ σώματος μελῶν ἀκέραιον τετηρημένον ὥστε καὶ τὰς ἐπὶ τοῖς βλεφάροις καὶ ταῖς ὀφρύσι τρίχας διαμένειν καὶ τὴν ὅλην πρόσοψιν τοῦ %5σώματος ἀπαράλλακτον εἶναι καὶ τὸν τῆς μορφῆς τύπον γνωρίζεσθαι·
こうして処理を終えると、彼らは遺体を死者の親族に引き渡すが、その際、身体の各部位が完璧に保存されているため、睫毛や眉毛すらそのまま残り、遺体の外見全体が全く変わらず、その容貌の面影を識別できるほどである。
§1.91.7διὸ καὶ πολλοὶ τῶν Αἰγυπτίων ἐν οἰκήμασι πολυτελέσι φυλάττοντες τὰ σώματα τῶν προγόνων, κατʼ ὄψιν ὁρῶσι τοὺς γενεαῖς πολλαῖς τῆς ἑαυτῶν γενέσεως προτετελευτηκότας, ὥστε ἑκάστων τά τε μεγέθη καὶ τὰς περιοχὰς τῶν σωμάτων, ἔτι δὲ τοὺς τῆς ὄψεως χαρακτῆρας ὁρωμένους παράδοξον ψυχαγωγίαν παρέχεσθαι καθάπερ συμβεβιωκότας τοῖς θεωμένοις.
このため、多くのエジプト人は祖先の遺体を豪華な小部屋に保管し、自分たちの誕生より何世代も前に亡くなった人々を目の前に見る。 その結果、彼らの各々の身長や身体の輪郭、さらには容貌の特徴までもが目に見えることで、まるで見る者たちと生前を共にしたかのような、驚くべき心の慰めがもたらされるのである。

語釈・文法注

  1. 1.91.1πυθόμενος — 条件を表す分詞であり、主節の潜在希求法(ἄν τις ... θαυμάσαι)に対する条件節(εἰ πύθοιτο「もし尋ね知るならば」)の役割を果たしている。
  2. 1.91.4τεθέντος χαμαὶ τοῦ σώματος — 属格絶対(独立属格)構文であり、主節の動作に先立つ時間的背景「遺体が地面に置かれたとき」を表している。主語は後続の主文(ὁ γραμματεὺς ... περιγράφει)の主語とは異なるため、属格となっている。
  3. 1.91.6ὥστε καὶ τὰς ἐπὶ τοῖς βλεφάροις καὶ ταῖς ὀφρύσι τρίχας διαμένειν — 結果を表す ὥστε 節。不定詞(διαμένειν, εἶναι, γνωρίζεσθαι)を伴い、事態の実際の結末(「その結果、〜までもが残るほどである」)を示している。主語は対格(τὰς ... τρίχας)で示されている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.91.1-1.91.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.91.1-1.91.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。