§1.89.1λείπεται δʼ ἡμῖν εἰπεῖν περὶ τῆς τῶν κροκοδείλων ἀποθεώσεως, ὑπὲρ ἧς οἱ πλεῖστοι διαποροῦσι πῶς τῶν θηρίων τούτων σαρκοφαγούντων τοὺς ἀνθρώπους ἐνομοθετήθη τιμᾶν ἴσα θεοῖς τοὺς τὰ δεινότατα διατιθέντας.
现在我们还需要谈谈鳄鱼的神格化,对此大多数人深感困惑:既然这些野兽吞食人类,那么规定要像对神明一样去崇敬那些施加最可怕伤害的受造物,这究竟是如何成为法律的。
§1.89.2φασὶν οὖν τῆς χώρας τὴν ὀχυρότητα παρέχεσθαι μὴ μόνον τὸν ποταμόν, ἀλλὰ καὶ πολὺ μᾶλλον τοὺς ἐν αὐτῷ κροκοδείλους· διὸ καὶ τοὺς λῃστὰς τούς τε ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον, φοβουμένους τὸ πλῆθος τῶν θηρίων· τοῦτο δʼ οὐκ ἄν ποτε γενέσθαι πολεμουμένων τῶν ζῴων καὶ διὰ τῶν σαγηνευόντων ἄρδην ἀναιρεθέντων.
因此,他们说,该国的稳固防卫不仅是由这条河提供的,而更主要是由其中的鳄鱼提供的;因此,来自阿拉伯和利比亚的强盗们因害怕这些野兽的数量众多,而不敢泅渡尼罗河;而如果这些动物被捕猎并被网捕者斩尽杀绝的话,这种情况就绝不会发生。
§1.89.3ἔστι δὲ καὶ ἄλλος λόγος ἱστορούμενος περὶ τῶν θηρίων τούτων.
关于这些野兽还有另一个流传的故事。
φασὶ γάρ τινες τῶν ἀρχαίων τινὰ βασιλέων, τὸν προσαγορευόμενον Μηνᾶν, διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν Μοίριδος καλουμένην λίμνην, ἔπειθʼ ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς τὸ πέραν ἀπενεχθῆναι.
因为有人说,古代的一位国王,即被称为米纳斯的人,被他自己的猎犬追赶,逃进了被称为莫伊里斯的湖中,然后出人意料地被一只鳄鱼接住并带到了对岸。
τῆς δὲ σωτηρίας χάριν ἀποδιδόναι βουλόμενον τῷ ζῴῳ πόλιν κτίσαι πλησίον ὀνομάσαντα Κροκοδείλων· καταδεῖξαι δὲ καὶ τοῖς ἐγχωρίοις ὡς θεοὺς τιμᾶν ταῦτα τὰ ζῷα καὶ τὴν λίμνην αὐτοῖς εἰς τροφὴν ἀναθεῖναι· ἐνταῦθα δὲ καὶ τὸν τάφον ἑαυτῷ κατασκευάσαι πυραμίδα τετράπλευρον ἐπιστήσαντα, καὶ τὸν θαυμαζόμενον παρὰ πολλοῖς λαβύρινθον οἰκοδομῆσαι.
为了感谢这只动物救了他的性命,他想向它表示感谢,于是在附近建立了一座城市,命名为鳄鱼城;他还规定当地居民要像对待神明一样崇敬这些动物,并将该湖献给它们作为食物来源;他还在那里为自己建造了一座陵墓,并在上面安放了一座四面金字塔,并建造了令许多人赞叹的迷宫。
§1.89.4παραπλήσια δὲ καὶ περὶ τῶν ἄλλων λέγουσιν, ὑπὲρ ὧν τὰ καθʼ ἕκαστον μακρὸν ἂν εἴη γράφειν.
他们关于其他动物也说了类似的话,对此一一详述将是非常冗长的。
ὅτι γὰρ τῆς ὠφελείας ἕνεκα τῆς εἰς τὸν βίον οὕτως ἑαυτοὺς εἰθίκασι, φανερὸν εἶναι πᾶσιν ἐκ τοῦ πολλὰ τῶν ἐδωδίμων παρʼ αὐτοῖς ἐνίους μὴ προσφέρεσθαι.
因为,他们为了生活中的实用性而习惯于这种方式,这对所有人来说都是显而易见的,其证据就是他们中的一些人完全不食用许多可食之物。
τινὰς μὲν γὰρ φακῶν, τινὰς δὲ κυάμων, ἐνίους δὲ τυρῶν ἢ κρομμύων ἤ τινων ἄλλων βρωμάτων τὸ παράπαν μὴ γεύεσθαι, πολλῶν ὑπαρχόντων κατὰ τὴν Αἴγυπτον, δῆλον ποιοῦντας διότι διδακτέον ἐστὶν ἑαυτοὺς τῶν χρησίμων ἀπέχεσθαι, καὶ διότι πάντων πάντα ἐσθιόντων οὐδὲν ἂν ἐξήρκεσε τῶν ἀναλισκομένων.
因为有些人根本不尝扁豆,有些人不尝蚕豆,有些人则不尝奶酪、洋葱或其他某些食物,尽管埃及有许多这样的食物,他们以此清楚地表明,必须教育自己克制不使用有用的东西,而且如果所有人什么都吃,那么消费的资源就没有什么能够支撑得住了。
§1.89.5καὶ ἑτέρας δʼ αἰτίας φέροντές τινές φασιν ἐπὶ τῶν παλαιῶν βασιλέων πολλάκις ἀφισταμένου τοῦ πλήθους καὶ συμφρονοῦντος κατὰ τῶν ἡγουμένων, τῶν βασιλέων τινὰ συνέσει διαφέροντα διελέσθαι μὲν τὴν χώραν εἰς πλείω μέρη, καθʼ ἕκαστον δʼ αὐτῶν καταδεῖξαι τοῖς ἐγχωρίοις σέβεσθαί τι ζῷον ἢ τροφῆς τινος μὴ γεύεσθαι, ὅπως ἑκάστων τὸ μὲν παρʼ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατʼ Αἴγυπτον.
另有一些人提出了其他原因,他们说,在古代国王时期,由于民众经常起义并联合起来反对统治者,一位才智出众的国王便将国家划分为若干个部分,并为其中每一个部分规定,当地居民应该崇拜某种动物或不吃某种食物,目的是让每一个群体一方面敬畏自己地方所尊崇的事物,另一方面蔑视其他地方所奉为神圣的事物,从而使整个埃及的人永远无法达成一致。
§1.89.6καὶ τοῦτο ἐκ τῶν ἀποτελεσμάτων φανερὸν εἶναι· πάντας γὰρ τοὺς πλησιοχώρους πρὸς ἀλλήλους διαφέρεσθαι, προσκόπτοντας ταῖς εἰς τὰ προειρημένα παρανομίαις.
而这一点从结果中也是显而易见的;因为所有邻近的居民都彼此不和,对违反上述禁忌的行为感到愤怒。