§1.90.1φέρουσι δὲ καί τινες τοιαύτην αἰτίαν τῆς τῶν ζῴων ἀφιερώσεως.
また、ある人々は動物の神聖化について次のような原因を挙げている。
συναγομένων γὰρ ἐν ἀρχῇ τῶν ἀνθρώπων ἐκ τοῦ θηριώδους βίου, τὸ μὲν πρῶτον ἀλλήλους κατεσθίειν καὶ πολεμεῖν, ἀεὶ τοῦ πλέον δυναμένου τὸν ἀσθενέστερον κατισχύοντος·
すなわち、太古の昔、人間たちが野獣のような生活から集まった当初、最初は互いに食らい合い、戦い合っており、常により強い者がより弱い者を圧倒していた。
μετὰ δὲ ταῦτα τοὺς τῇ ῥώμῃ λειπομένους ὑπὸ τοῦ συμφέροντος διδαχθέντας ἀθροίζεσθαι καὶ ποιῆσαι σημεῖον ἑαυτοῖς ἐκ τῶν ὕστερον καθιερωθέντων ζῴων·
しかしその後、力において劣る人々が、自己の利益に導かれて集まり、後に神聖化されることになる動物たちから自分たちのための目印を作った。
πρὸς δὲ τοῦτο τὸ σημεῖον τῶν ἀεὶ δεδιότων συντρεχόντων, οὐκ εὐκαταφρόνητον τοῖς ἐπιτιθεμένοις γίνεσθαι τὸ σύστημα·
そして、常に恐れを抱いている人々がこの目印のもとへと駆け集まることで、その集団は攻撃する者たちにとって侮りがたいものとなった、というのである。
§1.90.2τὸ δʼ αὐτὸ καὶ τῶν ἄλλων ποιούντων διαστῆναι μὲν τὰ πλήθη κατὰ συστήματα, τὸ δὲ ζῷον τὸ τῆς ἀσφαλείας ἑκάστοις γενόμενον αἴτιον τιμῶν τυχεῖν ἰσοθέων, ὡς τὰ μέγιστʼ εὐηργετηκός·
そして、他の人々も同じことをしたため、大衆は集団ごとに分立し、各々にとって安全をもたらす原因となった動物は、最大の恩恵を与えてくれたものとして、神と同等の崇拝を受けることになった。
διόπερ ἄχρι τῶν νῦν χρόνων τὰ τῶν Αἰγυπτίων ἔθνη διεστηκότα τιμᾶν τὰ παρʼ ἑαυτοῖς ἐξ ἀρχῆς τῶν ζῴων καθιερωθέντα.
それゆえ、今日に至るまで、エジプトの諸部族は分立したまま、自分たちのところで当初から神聖化された動物たちを崇拝しているのである。
καθόλου δέ φασι τοὺς Αἰγυπτίους ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους εὐχαρίστως διακεῖσθαι πρὸς πᾶν τὸ εὐεργετοῦν, νομίζοντας μεγίστην ἐπικουρίαν εἶναι τῷ βίῳ τὴν ἀμοιβὴν τῆς πρὸς τοὺς εὐεργέτας χάριτος·
また総じて彼らは、エジプト人が他の人々以上に恩を施すあらゆるものに対して感謝の念を抱いており、恩人に対する感謝の返報こそが人生における最大の助けであると考えているからだと言っている。
δῆλον γὰρ εἶναι διότι πάντες πρὸς εὐεργεσίαν ὁρμήσουσι τούτων μάλιστα παρʼ οἷς ἄν ὁρῶσι κάλλιστα θησαυρισθησομένας τὰς χάριτας.
というのも、自分たちの施した恩義が最も美しく蓄えられるのを目の当たりにするような人々のところへこそ、誰もが最も熱心に恩恵を施そうとするであろうことは明らかだからである。
§1.90.3διὰ δὲ τὰς αὐτὰς αἰτίας δοκοῦσιν Αἰγύπτιοι τοὺς ἑαυτῶν βασιλεῖς προσκυνεῖν τε καὶ τιμᾶν ὡς πρὸς ἀλήθειαν ὄντας θεούς, ἅμα μὲν οὐκ ἄνευ δαιμονίου τινὸς προνοίας νομίζοντες αὐτοὺς τετευχέναι τῆς τῶν ὅλων ἐξουσίας, ἅμα δὲ τοὺς βουλομένους τε καὶ δυναμένους τὰ μέγιστʼ εὐεργετεῖν ἡγούμενοι θείας μετέχειν φύσεως.
またこれらと同じ原因によって、エジプト人は自分たちの王たちを、本当に神々であるかのように平伏し、崇拝しているように思われる。 これは、一方では、彼らが神的な先見なしには全土の支配権を手に入れることはできなかったであろうと考え、他方では、最大の恩恵を施すことを望み、かつそれを行う能力のある人々は、神的な本性を分け持っていると考えているからである。
§1.90.4περὶ μὲν οὖν τῶν ἀφιερωμένων ζῴων εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν γε τὰ μάλιστα θαυμαζόμενα τῶν παρʼ Αἰγυπτίοις νόμιμα διευκρινήκαμεν.
さて、神聖化された動物たちについては、たとえ我々が冗長に語りすぎたとしても、ともかくエジプト人の慣習のうちで最も驚嘆すべきものについては明確に説明したことになる。