Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.9.1-1.9.6

历史编纂方针与以埃及开篇的理由

第 10 段,共 406 段 · 希腊语

内容简介

作者在开始叙述历史时指出,虽然难以确证最早的国王和精确的年代,但他将本着篇幅匀称的原则,扼要记述各民族的古老传说。他宣布历史叙述将从拥有神明诞生传说、古老天文观测和伟大功绩的埃及开始。

§1.9.1ἀρκεσθησόμεθα, στοχαζόμενοι τῆς συμμετρίας, περὶ δὲ τῶν πράξεων τῶν παραδεδομένων μὲν εἰς μνήμην, γενομένων δὲ ἐν τοῖς γνωριζομένοις τόποις τῆς οἰκουμένης, διεξιέναι πειρασόμεθα.
我们将考虑篇幅的得当而适可而止;至于那些流传在记忆中、且发生在已知的居住世界各处的行为,我们将尝试予以详述。
§1.9.2τοὺς μὲν οὖν πρώτους ὑπάρξαντας βασιλεῖς οὔτʼ αὐτοὶ λέγειν ἔχομεν οὔτε τῶν ἱστορικῶν τοῖς ἐπαγγελλομένοις εἰδέναι συγκατατιθέμεθα· ἀδύνατον γὰρ τὴν εὕρεσιν τῶν γραμμάτων οὕτως εἶναι παλαιὰν ὥστε τοῖς πρώτοις βασιλεῦσιν ἡλικιώτιδα γενέσθαι· εἰ δέ τις καὶ τοῦτο συγχωρήσαι, τό γε τῶν ἱστοριογράφων γένος παντελῶς φαίνεται νεωστὶ τῷ κοινῷ βίῳ συνεσταμένον.
因此,对于最初存在的那些国王,我们既无法亲自说明,也不赞同那些自称知晓此事的历史学家;因为文字的发明不可能如此古老,以至于能与最初的国王处于同一时代;即使有人承认这一点,历史学家的阶层在共同生活中显然也完全是最近才成立的。
§1.9.3περὶ δὲ τῆς τοῦ γένους ἀρχαιότητος οὐ μόνον ἀμφισβητοῦσιν Ἕλληνες, ἀλλὰ καὶ πολλοὶ τῶν βαρβάρων, ἑαυτοὺς αὐτόχθονας λέγοντες καὶ πρώτους τῶν ἁπάντων ἀνθρώπων εὑρετὰς γενέσθαι τῶν ἐν τῷ βίῳ χρησίμων, καὶ τὰς γενομένας παρʼ αὐτοῖς πράξεις ἐκ πλείστων χρόνων ἀναγραφῆς ἠξιῶσθαι.
关于自身族群的古老性,不仅希腊人争论不休,许多蛮族也同样如此,他们声称自己是土著,是全人类中最早发现生活中实用之物的人,并且他们之中所发生的事迹从极古老的时期起就被认为值得予以记载。
§1.9.4ἡμεῖς δὲ περὶ μὲν τῆς ἑκάστων παλαιότητος τἀκριβὲς καὶ τίνων προτερεῖ τὰ ἔθνη τῶν ἄλλων τοῖς χρόνοις καὶ πόσοις ἔτεσιν οὐκ ἂν διορισαίμεθα, τὰ δὲ λεγόμενα παρʼ ἑκάστοις περὶ τῆς ἀρχαιότητος καὶ τῶν παλαιῶν πράξεων ἐν κεφαλαίοις ἀναγράψομεν, στοχαζόμενοι τῆς συμμετρίας.
而我们,对于各个族群古老性的准确事实,以及哪些民族在时间上先于其他民族、先了多少年,我们不打算予以确界,但我们将针对分量的匀称,扼要地记下在各个民族中流传的关于古老性和古代事迹的传说。
§1.9.5περὶ πρώτων δὲ τῶν βαρβάρων διέξιμεν, οὐκ ἀρχαιοτέρους αὐτοὺς ἡγούμενοι τῶν Ἑλλήνων, καθάπερ Ἔφορος εἴρηκεν, ἀλλὰ προδιελθεῖν βουλόμενοι τὰ πλεῖστα τῶν περὶ αὐτούς, ὅπως ἀρξάμενοι τῶν παρὰ τοῖς Ἕλλησιν ἱστορουμένων μηδεμίαν ἐν ταῖς ἀρχαιολογίαις ἑτερογενῆ πρᾶξιν παρεμβάλωμεν.
我们将首先论述蛮族,并不是像埃福罗斯所说的那样,认为他们比希腊人更古老,而是因为我们希望预先处理完关于他们的大部分事情,以便在我们开始叙述希腊人的历史时,不会在考古中夹杂任何异质的事迹。
§1.9.6ἐπεὶ δὲ κατὰ τὴν Αἴγυπτον θεῶν τε γενέσεις ὑπάρξαι μυθολογοῦνται, αἵ τε τῶν ἄστρων ἀρχαιόταται παρατηρήσεις εὑρῆσθαι λέγονται, πρὸς δὲ τούτοις πράξεις ἀξιόλογοι καὶ πολλαὶ μεγάλων ἀνδρῶν ἱστοροῦνται, ποιησόμεθα τῆς ἱστορίας τὴν ἀρχὴν διὰ τῶν κατʼ Αἴγυπτον πραχθέντων.
既然在埃及,神话传说中存在着诸神的诞生,且据说对星辰最古老的观测也是在那里被发明的,再加上那里还记载了伟人们的许多值得瞩目的事迹,因此我们将以在埃及所发生的事迹作为我们历史叙述的开端。

词汇与语法注释

  1. §1.9.1στοχαζόμενοι τῆς συμμετρίας — 现在分词 στοχαζόμενοι 伴随主句动词 ἀρκεσθησόμεθα 及 πειρασόμεθα,表示伴随状况或方式。动词 στοχάζομαι(意为“以……为目标”、“考虑到”)支配属格(τῆς συμμετρίας)。
  2. §1.9.2τοῖς πρώτοις βασιλεῦσιν ἡλικιώτιδα — 形容词 ἡλικιώτιδα(ἡλικιῶτις“同龄的、同时代的”的阴性单数宾格)是结果状语 ὥστε 从句(ὥστε ... γενέσθαι)中的表语,在性、数、格上与不定式 γενέσθαι 的逻辑主语 τὴν εὕρεσιν(阴性名词)保持一致。与格 τοῖς πρώτοις βασιλεῦσιν 依赖于该形容词,表示“与……同时代”。
  3. §1.9.3ἑαυτοὺς αὐτόχθονας λέγοντες καὶ πρώτους ... γενέσθαι ... καὶ ... ἠξιῶσθαι — 在分词 λέγοντες 之后,前半句省略了系动词 εἶναι,构成了宾格加不定式结构(ἑαυτοὺς αὐτόχθονας [εἶναι]);后半句通过连词 καί 并列了不定式 γενέσθαι(逻辑主语为 πρώτους)和 ἠξιῶσθαι(逻辑主语为 τὰς ... πράξεις),均受 λέγοντες 支配,构成间接引语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.9.1-1.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.9.1-1.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。