§1.9.1ἀρκεσθησόμεθα, στοχαζόμενοι τῆς συμμετρίας, περὶ δὲ τῶν πράξεων τῶν παραδεδομένων μὲν εἰς μνήμην, γενομένων δὲ ἐν τοῖς γνωριζομένοις τόποις τῆς οἰκουμένης, διεξιέναι πειρασόμεθα.
私たちは、分量の均衡を考慮しつつ、これで満足することとし、記憶にとどめられ居住世界の知られた地域で起こった事跡について、詳細に記述することを試みる。
§1.9.2τοὺς μὲν οὖν πρώτους ὑπάρξαντας βασιλεῖς οὔτʼ αὐτοὶ λέγειν ἔχομεν οὔτε τῶν ἱστορικῶν τοῖς ἐπαγγελλομένοις εἰδέναι συγκατατιθέμεθα·
そもそも、最初期に存在した王たちについては、私たち自身も名を挙げることができないし、それを知っていると公言する歴史家たちに同意することもしない。
ἀδύνατον γὰρ τὴν εὕρεσιν τῶν γραμμάτων οὕτως εἶναι παλαιὰν ὥστε τοῖς πρώτοις βασιλεῦσιν ἡλικιώτιδα γενέσθαι·
なぜなら、文字の発明が最初の王たちと同時代になるほど古いことは不可能だからである。
εἰ δέ τις καὶ τοῦτο συγχωρήσαι, τό γε τῶν ἱστοριογράφων γένος παντελῶς φαίνεται νεωστὶ τῷ κοινῷ βίῳ συνεσταμένον.
たとえ誰かがこのことを認めるとしても、歴史記述家という階層は共同生活の中にまったく最近になって成立したことが明らかであるからだ。
§1.9.3περὶ δὲ τῆς τοῦ γένους ἀρχαιότητος οὐ μόνον ἀμφισβητοῦσιν Ἕλληνες, ἀλλὰ καὶ πολλοὶ τῶν βαρβάρων, ἑαυτοὺς αὐτόχθονας λέγοντες καὶ πρώτους τῶν ἁπάντων ἀνθρώπων εὑρετὰς γενέσθαι τῶν ἐν τῷ βίῳ χρησίμων, καὶ τὰς γενομένας παρʼ αὐτοῖς πράξεις ἐκ πλείστων χρόνων ἀναγραφῆς ἠξιῶσθαι.
しかし、人類の古さについては、ギリシア人だけでなく、多くの異民族も争っており、自分たちが土着の民であり、全人類の中で最初に生活に有用なものを発見した者となったと主張し、また彼らの間で行われた事跡が極めて古い時代から記録されるに値したものとされてきたと主張している。
§1.9.4ἡμεῖς δὲ περὶ μὲν τῆς ἑκάστων παλαιότητος τἀκριβὲς καὶ τίνων προτερεῖ τὰ ἔθνη τῶν ἄλλων τοῖς χρόνοις καὶ πόσοις ἔτεσιν οὐκ ἂν διορισαίμεθα, τὰ δὲ λεγόμενα παρʼ ἑκάστοις περὶ τῆς ἀρχαιότητος καὶ τῶν παλαιῶν πράξεων ἐν κεφαλαίοις ἀναγράψομεν, στοχαζόμενοι τῆς συμμετρίας.
私たちは、それぞれの古さに関する正確な事実や、どの民族が他の民族に対して時間的に、また何年先んじているかについて規定しようとはしないが、古さや古代の事跡に関してそれぞれの民族の間で語られていることを、分量の均衡を考慮しつつ、要約して記録するつもりである。
§1.9.5περὶ πρώτων δὲ τῶν βαρβάρων διέξιμεν, οὐκ ἀρχαιοτέρους αὐτοὺς ἡγούμενοι τῶν Ἑλλήνων, καθάπερ Ἔφορος εἴρηκεν, ἀλλὰ προδιελθεῖν βουλόμενοι τὰ πλεῖστα τῶν περὶ αὐτούς, ὅπως ἀρξάμενοι τῶν παρὰ τοῖς Ἕλλησιν ἱστορουμένων μηδεμίαν ἐν ταῖς ἀρχαιολογίαις ἑτερογενῆ πρᾶξιν παρεμβάλωμεν.
私たちは、異民族について最初に詳述するが、それはエポロスが述べたように彼らがギリシア人よりも古いと考えているからではなく、彼らに関する事柄の大半をあらかじめ片付けておきたいからであり、それはギリシア人の間で伝えられる歴史を開始した後に、古代史の中にいかなる異質な事柄も挟み込まないようにするためである。
§1.9.6ἐπεὶ δὲ κατὰ τὴν Αἴγυπτον θεῶν τε γενέσεις ὑπάρξαι μυθολογοῦνται, αἵ τε τῶν ἄστρων ἀρχαιόταται παρατηρήσεις εὑρῆσθαι λέγονται, πρὸς δὲ τούτοις πράξεις ἀξιόλογοι καὶ πολλαὶ μεγάλων ἀνδρῶν ἱστοροῦνται, ποιησόμεθα τῆς ἱστορίας τὴν ἀρχὴν διὰ τῶν κατʼ Αἴγυπτον πραχθέντων.
そして、エジプトにおいて神々の誕生があったと神話的に語られており、また星々の最も古い観測が発見されたと言われており、さらにこれらに加えて、偉大な人々による多くの注目すべき事跡が記録されているので、私たちは歴史の始まりをエジプトで行われた事柄から始めることにする。