Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.8.1-1.8.10

人类的原始生活状态与语言技术的起源

第 9 段,共 406 段 · 希腊语

内容简介

本节描述了人类最初如野兽般的原始生活状态,以及如何通过需要本身作为教师,逐步发展出语言、社会、并相继发明出御寒、储食、火和技术等文明要素的过程。

§1.8.1καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέσεως τοιαῦτα παρειλήφαμεν, τοὺς δὲ ἐξ ἀρχῆς γεννηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτῳ καὶ θηριώδει βίῳ καθεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι, καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρπούς.
关于万物的最初产生,我们所接受的传说是这样的。 但据说,最初出生的人类过着无序且如野兽般的生活,分散地走到牧场上,以最可口的草类和树上自然结出的果实为食。
§1.8.2καὶ πολεμουμένους μὲν ὑπὸ τῶν θηρίων ἀλλήλοις βοηθεῖν ὑπὸ τοῦ συμφέροντος διδασκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους.
当他们受到野兽袭击时,在利益的教导下互相帮助,并因恐惧而聚集在一起,逐渐认识了彼此的形态。
§1.8.3τῆς φωνῆς δʼ ἀσήμου καὶ συγκεχυμένης οὔσης ἐκ τοῦ κατʼ ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώριμον σφίσιν αὐτοῖς ποιῆσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν.
虽然他们的声音起初含混不清,但他们逐渐使词汇分节清晰,并针对眼前的每一样事物在彼此之间确立了记号,从而使对万物的表达在他们自己中间变得可以理解。
§1.8.4τοιούτων δὲ συστημάτων γινομένων καθʼ ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχε συνταξάντων τὰς λέξεις· διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι.
由于这样的群体在整个居住世界中形成,所有人的语言并不相同,因为每个群体都是随机拼凑词汇的;因此,出现了各种各样的语言特征,而最先形成的这些群体便成为了所有民族的祖先。
§1.8.5τοὺς οὖν πρώτους τῶν ἀνθρώπων μηδενὸς τῶν πρὸς βίον χρησίμων εὑρημένου ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, οἰκήσεως δὲ καὶ πυρὸς ἀήθεις, τροφῆς δʼ ἡμέρου παντελῶς ἀνεννοήτους.
因此,由于任何对生活有用的东西都尚未被发现,最初的人类过着艰难的生活,没有衣服,不习惯住所和火,对耕种的食物也完全没有概念。
§1.8.6καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν· διὸ καὶ πολλοὺς αὐτῶν ἀπάλλυσθαι κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς,
实际上,因为他们不知道采集野生食物,所以没有为了匮乏之时而储存任何果实;因此,他们中的许多人在冬季因为寒冷和食物匮乏而死去。
§1.8.7ἐκ δὲ τοῦ κατʼ ὀλίγον ὑπὸ τῆς πείρας διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῷ χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους ἀποτίθεσθαι.
然而,通过经验的逐渐教导,他们在冬天逃入洞穴,并将那些可以保存的果实储存起来。
§1.8.8γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων τῶν χρησίμων κατὰ μικρὸν καὶ τὰς τέχνας εὑρεθῆναι καὶ τἄλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι.
随着火和其他有用之物被人们所认识,各项技术也逐渐被发明出来,以及其他一切能造福共同生活的事物。
§1.8.9καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις, ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν.
因为总的来说,需要本身就成为了人类所有事情的老师,它对一种天生聪慧、并拥有双手、理性和敏捷心灵作为一切活动助手的动物,进行了适宜的各科学习引导。
§1.8.10καὶ περὶ μὲν τῆς πρώτης γενέσεως τῶν ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου τοῖς ῥηθεῖσιν
关于人类的最初产生和最古老的生活方式,就以已说的这些为准。

词汇与语法注释

  1. 1.8.1φασὶν — 动词 φασὶν(据说/人们说)是主句的支配动词。从此处直到 §1.8.9 结束,关于人类早期历史的一系列叙述均构成为依附于该动词的“宾格加不定式”(间接引语)结构,主语为宾格,动词为不定式(如 ἐξιέναι, βοηθεῖν, διαρθροῦν, διάγειν 等)。
  2. 1.8.1τῆς τε βοτάνης τὴν προσηνεστάτην — 最高级形容词 τὴν προσηνεστάτην(最适宜的、最可口的)受到部分属格 τῆς τε βοτάνης(草、植物)的限定,意为“植物中最可口的部分(或种类)”。
  3. 1.8.3τῆς φωνῆς δʼ ἀσήμου καὶ συγκεχυμένης οὔσης — 由现在分词 οὔσης 引导的属格独立结构。属格主语为 τῆς φωνῆς(声音),形容词 ἀσήμου(无意义的)和分词(形容词化) συγκεχυμένης(混乱的、混杂的)充当表语,在语义上作为让步或时间状语从句,修饰接下来的不定式 διαρθροῦν(使清晰、分节)。
  4. 1.8.9εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι — 与格名词短语 εὐφυεῖ ζῴῳ 及其一致的分词 ἔχοντι 充当现在分词 ὑφηγουμένην(引导、手把手教)的与格补足语(该动词支配与格)。ζῴῳ(动物)指代“人类”,分词 ἔχοντι(具有)则支配其后的宾格对象 χεῖρας, λόγον 和 ψυχῆς ἀγχίνοιαν(双手、理性和敏捷的心灵),并以 συνεργοὺς(助手)作为宾格补足语或同格语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.8.1-1.8.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.8.1-1.8.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。