§1.10.1φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου.
因此,埃及人说,在宇宙最初诞生时,由于该地区气候温和以及尼罗河的特性,第一批人类在埃及诞生。
τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηθέντα· τήν τε γὰρ τοῦ καλάμου ῥίζαν καὶ τὸν λωτόν, ἔτι δὲ τὸν Αἰγύπτιον κύαμον καὶ τὸ καλούμενον κορσαῖον καὶ πολλὰ τοιαῦθʼ ἕτερα τροφὴν ἑτοίμην παρέχεσθαι τῷ γένει τῶν ἀνθρώπων.
因为这条河非常多产且提供自生的食物,能轻易抚育那些被赋予生命的生灵;事实上,芦苇的根、莲花,还有埃及豆以及被称为“科尔塞翁”的植物,和许多其他此类植物,都为人类提供了现成的食物。
§1.10.2τῆς δʼ ἐξ ἀρχῆς παρʼ αὐτοῖς ζωογονίας τεκμήριον πειρῶνται φέρειν τὸ καὶ νῦν ἔτι τὴν ἐν Θηβαΐδι χώραν κατά τινας καιροὺς τοσούτους καὶ τηλικούτους μῦς γεννᾶν ὥστε τοὺς ἰδόντας τὸ γινόμενον ἐκπλήττεσθαι· ἐνίους γὰρ αὐτῶν ἕως μὲν τοῦ στήθους καὶ τῶν ἐμπροσθίων ποδῶν διατετυπῶσθαι καὶ κίνησιν λαμβάνειν, τὸ δὲ λοιπὸν τοῦ σώματος ἔχειν ἀδιατύπωτον, μενούσης ἔτι κατὰ φύσιν τῆς βώλου.
作为他们最初诞生生物的证据,他们试图提出这样一个事实:即使在今天,底比斯地区的土地在某些时期仍会产生如此多且如此巨大的老鼠,以至于目睹这一现象的人都大为惊异;因为它们中的一些在胸部和前肢以下已经完全成形并开始活动,而身体的其余部分却未成形,泥土块仍保持着其自然状态。
§1.10.3ἐκ τούτου δʼ εἶναι φανερὸν ὅτι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν τῆς γῆς εὐκράτου καθεστώσης μάλιστʼ ἂν ἔσχε τὴν γένεσιν τῶν ἀνθρώπων ἡ κατʼ Αἴγυπτον χώρα· καὶ γὰρ νῦν, οὐδαμοῦ τῆς ἄλλης γῆς φυούσης οὐδὲν τῶν τοιούτων, ἐν μόνῃ ταύτῃ θεωρεῖσθαί τινα τῶν ἐμψύχων παραδόξως ζωογονούμενα.
由此,他们认为显而易见的是,在宇宙最初形成、大地气候温和之时,埃及的土地最有可能产生了人类的诞生;因为即使在今天,在其他任何土地都不生长此类事物的情况下,唯独在这片土地上,可以观察到某些生命奇迹般地诞生。
§1.10.4καθόλου δὲ λέγουσιν, εἴτε κατὰ τὸν ἐπὶ Δευκαλίωνος γενόμενον κατακλυσμὸν ἐφθάρη τὰ πλεῖστα τῶν ζῴων, εἰκὸς μάλιστα διασεσῶσθαι τοὺς κατὰ τὴν Αἴγυπτον ὑπὸ τὴν μεσημβρίαν κατοικοῦντας, ὡς ἂν τῆς χώρας αὐτῶν οὔσης ἀνόμβρου κατὰ τὸ πλεῖστον, εἴτε, καθάπερ τινές φασι, παντελοῦς γενομένης τῶν ἐμψύχων φθορᾶς ἡ γῆ πάλιν ἐξ ἀρχῆς καινὰς ἤνεγκε τῶν ζῴων φύσεις, ὅμως καὶ κατὰ τοῦτον τὸν λόγον πρέπειν τὴν ἀρχηγὸν τῶν ἐμψύχων γένεσιν προσάπτειν ταύτῃ τῇ χώρᾳ.
总的来说,他们说,无论是由于丢卡利翁时代发生的洪水导致大多数动物被毁灭,生活在埃及南部的人们最有可能存活下来(因为他们的土地大部分时间无雨);还是如某些人所说,生物遭到了彻底的毁灭,大地再次从头开始孕育出新的动物生命,但即使根据这种说法,将生物的根源性诞生归功于这片土地也是恰当的。
§1.10.5τῆς γὰρ παρὰ τοῖς ἄλλοις ἐπομβρίας τῷ παρʼ ἑαυτοῖς γινομένῳ καύματι μιγείσης εἰκὸς εὐκρατότατον γενέσθαι τὸν ἀέρα πρὸς τὴν ἐξ ἀρχῆς τῶν πάντων ζωογονίαν.
因为在其他地方发生的暴雨与他们当地产生的热气相融合,空气最有可能变得最适宜万物的最初生命诞生。
§1.10.6καὶ γὰρ ἐν τοῖς καθʼ ἡμᾶς ἔτι χρόνοις κατὰ τὴν ἐπίκλυστον Αἴγυπτον ἐν τοῖς ὀψίμοις τῶν ὑδάτων φανερῶς ὁρᾶσθαι γεννωμένας φύσεις ἐμψύχων· §1.10.7ὅταν γὰρ τοῦ ποταμοῦ τὴν ἀναχώρησιν ποιουμένου τὴν πρώτην τῆς ἰλύος ὁ ἥλιος διαξηράνῃ, φασὶ συνίστασθαι ζῷα, τινὰ μὲν εἰς τέλος ἀπηρτισμένα, τινὰ δὲ ἡμιτελῆ καὶ πρὸς αὐτῇ συμφυῆ τῇ γῇ.
事实上,即使在我们的时代,在泛滥的埃及,在水流退去的后期,仍能清楚地看到生命的形式被孕育出来;因为据说,当河流首次退去、太阳晒干泥土时,动物就开始形成,有些已经完全发育成熟,有些则尚未发育完全,且与土地本身连在一起。