§1.89.1λείπεται δʼ ἡμῖν εἰπεῖν περὶ τῆς τῶν κροκοδείλων ἀποθεώσεως, ὑπὲρ ἧς οἱ πλεῖστοι διαποροῦσι πῶς τῶν θηρίων τούτων σαρκοφαγούντων τοὺς ἀνθρώπους ἐνομοθετήθη τιμᾶν ἴσα θεοῖς τοὺς τὰ δεινότατα διατιθέντας.
そして、我々にとって、クロコダイルの神格化について語ることが残されている。 これについては、これらの獣が人間を喰らうものであるのに、最も恐ろしい害を与える者たちを神々と同様に崇拝することが、いかにして法として定められたのか、大半の人々が当惑している。
§1.89.2φασὶν οὖν τῆς χώρας τὴν ὀχυρότητα παρέχεσθαι μὴ μόνον τὸν ποταμόν, ἀλλὰ καὶ πολὺ μᾶλλον τοὺς ἐν αὐτῷ κροκοδείλους·
彼らは言う、この国の堅固さを提供しているのは、川だけでなく、それよりもはるかに、その中にいるクロコダイルたちであると。
διὸ καὶ τοὺς λῃστὰς τούς τε ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον, φοβουμένους τὸ πλῆθος τῶν θηρίων·
それゆえ、アラビアやリビアからの略奪者たちも、この獣の多さを恐れて、ナイル川を泳ぎ渡る勇気を持たないのだと。
τοῦτο δʼ οὐκ ἄν ποτε γενέσθαι πολεμουμένων τῶν ζῴων καὶ διὰ τῶν σαγηνευόντων ἄρδην ἀναιρεθέντων.
そして、もしこれらの動物が狩猟の対象とされ、網を打つ人々によって根絶やしにされていたならば、このようなことは決して起こらなかったであろう、と。
§1.89.3ἔστι δὲ καὶ ἄλλος λόγος ἱστορούμενος περὶ τῶν θηρίων τούτων.
また、これらの獣については語られている別の話もある。
φασὶ γάρ τινες τῶν ἀρχαίων τινὰ βασιλέων, τὸν προσαγορευόμενον Μηνᾶν, διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν Μοίριδος καλουμένην λίμνην, ἔπειθʼ ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς τὸ πέραν ἀπενεχθῆναι.
というのも、古代の王たちの一人、メナスと呼ばれる者が、自分の猟犬たちに追われてモイリスと呼ばれる湖に逃げ込み、その後、奇跡的にもクロコダイルに背負われて対岸へと運ばれたと、ある人々は言っているからである。
τῆς δὲ σωτηρίας χάριν ἀποδιδόναι βουλόμενον τῷ ζῴῳ πόλιν κτίσαι πλησίον ὀνομάσαντα Κροκοδείλων· καταδεῖξαι δὲ καὶ τοῖς ἐγχωρίοις ὡς θεοὺς τιμᾶν ταῦτα τὰ ζῷα καὶ τὴν λίμνην αὐτοῖς εἰς τροφὴν ἀναθεῖναι·
そして、その救済に対する感謝をこの動物に捧げることを望んだ彼は、その近くに都市を創建して「クロコダイルの都市」と名付け、現地の人々にもこれらの動物を神々として崇拝することを定め、その湖を彼らの食物供給のために捧げた。
ἐνταῦθα δὲ καὶ τὸν τάφον ἑαυτῷ κατασκευάσαι πυραμίδα τετράπλευρον ἐπιστήσαντα, καὶ τὸν θαυμαζόμενον παρὰ πολλοῖς λαβύρινθον οἰκοδομῆσαι.
そしてこの場所に自分自身のための墓を、四角錐を上に載せて建設し、多くの人々に感嘆されている迷宮を建築したのである。
§1.89.4παραπλήσια δὲ καὶ περὶ τῶν ἄλλων λέγουσιν, ὑπὲρ ὧν τὰ καθʼ ἕκαστον μακρὸν ἂν εἴη γράφειν.
彼らは他の動物についても同様のことを言っているが、それらについて一つずつ記述することは長くなるであろう。
ὅτι γὰρ τῆς ὠφελείας ἕνεκα τῆς εἰς τὸν βίον οὕτως ἑαυτοὺς εἰθίκασι, φανερὸν εἶναι πᾶσιν ἐκ τοῦ πολλὰ τῶν ἐδωδίμων παρʼ αὐτοῖς ἐνίους μὴ προσφέρεσθαι.
というのも、生活への有用性のために彼らが自分たちをそのように慣れ親しませてきたということは、彼らのうちのある人々が食用品の多くを口にしないことから、すべての人にとって明らかだからである。
τινὰς μὲν γὰρ φακῶν, τινὰς δὲ κυάμων, ἐνίους δὲ τυρῶν ἢ κρομμύων ἤ τινων ἄλλων βρωμάτων τὸ παράπαν μὴ γεύεσθαι, πολλῶν ὑπαρχόντων κατὰ τὴν Αἴγυπτον, δῆλον ποιοῦντας διότι διδακτέον ἐστὶν ἑαυτοὺς τῶν χρησίμων ἀπέχεσθαι, καὶ διότι πάντων πάντα ἐσθιόντων οὐδὲν ἂν ἐξήρκεσε τῶν ἀναλισκομένων.
すなわち、エジプトには多くの食料があるにもかかわらず、ある人々はレンズ豆、別の人々は空豆、またある人々はチーズや玉ねぎ、あるいは他のいくつかの食べ物を全く口にしない。 こうして彼らは、有用なものを控えるように自分自身を教育しなければならないこと、また、もし全員がすべてのものを食べるならば、消費される資源は何も残らなかったであろうということを示しているのである。
§1.89.5καὶ ἑτέρας δʼ αἰτίας φέροντές τινές φασιν ἐπὶ τῶν παλαιῶν βασιλέων πολλάκις ἀφισταμένου τοῦ πλήθους καὶ συμφρονοῦντος κατὰ τῶν ἡγουμένων, τῶν βασιλέων τινὰ συνέσει διαφέροντα διελέσθαι μὲν τὴν χώραν εἰς πλείω μέρη, καθʼ ἕκαστον δʼ αὐτῶν καταδεῖξαι τοῖς ἐγχωρίοις σέβεσθαί τι ζῷον ἢ τροφῆς τινος μὴ γεύεσθαι, ὅπως ἑκάστων τὸ μὲν παρʼ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατʼ Αἴγυπτον.
また別の原因を挙げて、ある人々は次のように言っている。 古代の王たちの時代に、大衆がしばしば反乱を起こし、支配者たちに対して結託したため、知性に優れたある王が、この国を複数の部分に分割し、それぞれの部分において、現地の人々にある動物を崇拝するか、あるいは特定の食べ物を口にしないことを定めた。 それは、各々が自分たちのところで崇拝されているものを敬う一方で、他の人々のところで神聖視されているものを蔑むことによって、エジプト中のすべての人々が一致団結することが決してできないようにするためであった。
§1.89.6καὶ τοῦτο ἐκ τῶν ἀποτελεσμάτων φανερὸν εἶναι·
そしてこのことは、その結果からも明らかである。
πάντας γὰρ τοὺς πλησιοχώρους πρὸς ἀλλήλους διαφέρεσθαι, προσκόπτοντας ταῖς εἰς τὰ προειρημένα παρανομίαις.
というのも、すべての近隣住民は、前述の事柄に対する違法行為に憤慨して、互いに反目し合っているからである。