§1.88.1τὸν δὲ τράγον ἀπεθέωσαν, καθάπερ καὶ παρὰ τοῖς Ἕλλησι τετιμῆσθαι λέγουσι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον·
他们将公山羊奉为神明,正如他们说希腊人崇敬普里阿普斯一样,这是因为其生殖器官。
τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ὑπάρχον ἀρχέγονον τῆς τῶν ζῴων φύσεως.
因为这种动物在交配方面极度亢奋,而作为生育原因的身体部位受到应有的崇敬,视其为动物本源的始祖。
§1.88.2καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερωκέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως· τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατʼ Αἴγυπτον τούτῳ τῷ θεῷ πρῶτον μυεῖσθαι.
总的来说,不仅是埃及人,许多其他民族也在秘仪中将生殖器奉为神圣,视其为动物生育的原因;而在埃及继承父辈祭司职位的祭司们,首先要在这位神明的秘仪中举行入会仪式。
§1.88.3καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρʼ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας·
他们说,潘神和萨提罗斯也是因为同样的原因受到人们的崇敬;因此,大多数人在神殿中供奉他们的雕像时,都会使其呈现勃起状态,并且与公山羊的特征相似。
τὸ γὰρ ζῷον τοῦτο παραδεδόσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνεργέστατον· ἐκείνοις οὖν διὰ ταύτης τῆς ἐμφάσεως χάριν ἀποδιδόναι περὶ τῆς πολυτεκνίας τῆς ἑαυτῶν.
因为据说这种动物在交配中最为活跃;因此,人们通过这种象征,来感谢他们赐予自己子孙繁衍。
§1.88.4τοὺς δὲ ταύρους τοὺς ἱερούς, λέγω δὲ τόν τε Ἆπιν καὶ τὸν Μνεῦιν, τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, Ὀσίριδος καταδείξαντος, ἅμα μὲν διὰ τὴν τῆς γεωργίας χρείαν, ἅμα δὲ καὶ διὰ τὸ τῶν εὑρόντων τοὺς καρποὺς τὴν δόξαν ταῖς τούτων ἐργασίαις παραδόσιμον γεγονέναι τοῖς μεταγενεστέροις εἰς ἅπαντα τὸν αἰῶνα.
至于圣牛——我指的是阿皮斯和姆内维斯——则受到如同神明一般的崇敬,这是由奥西里斯所制定的,一方面是因为农业上的实用性,另一方面也因为发现作物之人的名声通过这些牛的劳动而得以世代相传,直至永远。
τοὺς δὲ πυρροὺς βοῦς συγχωρηθῆναι θύειν διὰ τὸ δοκεῖν τοιοῦτον τῷ χρώματι γεγονέναι Τυφῶνα τὸν ἐπιβουλεύσαντα μὲν Ὀσίριδι, τυχόντα δὲ τιμωρίας ὑπὸ τῆς Ἴσιδος διὰ τὸν τἀνδρὸς φόνον.
而红色的公牛则被允许用于祭祀,因为人们认为密谋陷害奥西里斯、后因谋杀丈夫而被伊西斯惩罚的台风,具有这样的颜色。
§1.88.5καὶ τῶν ἀνθρώπων δὲ τοὺς ὁμοχρωμάτους τῷ Τυφῶνι τὸ παλαιὸν ὑπὸ τῶν βασιλέων φασὶ θύεσθαι πρὸς τῷ τάφῳ τῷ Ὀσίριδος·
据说在古代,与台风肤色相同的人也会被国王们在奥西里斯的墓前祭献。
τῶν μὲν οὖν Αἰγυπτίων ὀλίγους τινὰς εὑρίσκεσθαι πυρρούς, τῶν δὲ ξένων τοὺς πλείους· διὸ καὶ περὶ τῆς Βουσίριδος ξενοκτονίας παρὰ τοῖς Ἕλλησιν ἐνισχῦσαι τὸν μῦθον, οὐ τοῦ βασιλέως ὀνομαζομένου Βουσίριδος, ἀλλὰ τοῦ Ὀσίριδος τάφου ταύτην ἔχοντος τὴν προσηγορίαν κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον.
在埃及人中很少能找到红色肤色的人,但在外邦人中却占了大多数;因此,在希腊人中流传着关于布西里斯屠杀外邦人的神话,这并非因为有一位名叫布西里斯的国王,而是根据当地人的方言,奥西里斯的陵墓具有这一名称。
§1.88.6τοὺς δὲ λύκους τιμᾶσθαι λέγουσι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα· βραχὺ γὰρ διαλάττοντας αὐτοὺς ταῖς φύσεσι ταῖς ἐπιμιξίαις ζωογονεῖν ἐξ ἀλλήλων.
他们说,狼受到崇敬是因为其天性与狗相似;因为它们在天性上差异极小,通过交配可以互相繁衍。
φέρουσι δʼ Αἰγύπτιοι καὶ ἄλλην αἰτίαν τῆς τοῦ ζῴου τούτου τιμῆς μυθικωτέραν·
埃及人还为这种动物的崇敬提出了另一个更具神话色彩的原因。
τὸ γὰρ παλαιόν φασι τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα παραγενέσθαι βοηθὸν ἐξ ᾅδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικὶ λύκῳ τὴν ὄψιν ὁμοιωθέντα· ἀναιρεθέντος οὖν τοῦ Τυφῶνος τοὺς κρατήσαντας καταδεῖξαι τιμᾶν τὸ ζῷον οὗ τῆς ὄψεως ἐπιφανείσης τὸ νικᾶν ἐπηκολούθησεν.
因为他们说,在古代,当伊西斯准备与儿子霍鲁斯一起同台风决战时,奥西里斯化身为狼的模样,从冥界来到他的孩子和妻子身边协助他们;因此,在台风被消灭后,战胜者们便制定了崇敬这种动物的规矩,因为它的形象一出现,胜利便随之而来。
§1.88.7ἔνιοι δὲ λέγουσι, τῶν Αἰθιόπων στρατευσάντων ἐπὶ τὴν Αἴγυπτον, ἀθροισθείσας παμπληθεῖς ἀγέλας λύκων ἐκδιῶξαι τοὺς ἐπελθόντας ἐκ τῆς χώρας ὑπὲρ πόλιν τὴν ὀνομαζομένην Ἐλεφαντίνην· διὸ καὶ τόν τε νομὸν ἐκεῖνον Λυκοπολίτην ὀνομασθῆναι καὶ τὰ ζῷα τὰ προειρημένα τυχεῖν τῆς τιμῆς.
有些人则说,当埃塞俄比亚人攻打埃及时,聚集在一起的极多狼群将入侵者从该国驱逐出去,一直追到被称为象岛的城市之外;因此,那个省份被命名为狼城县,前述的动物也获得了这种崇敬。