§1.88.1τὸν δὲ τράγον ἀπεθέωσαν, καθάπερ καὶ παρὰ τοῖς Ἕλλησι τετιμῆσθαι λέγουσι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον·
彼らは牡山羊を神格化した。 それはギリシア人の間でプリアポスが崇拝されていると彼らが言うのと同様に、生殖器のゆえであった。
τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ὑπάρχον ἀρχέγονον τῆς τῶν ζῴων φύσεως.
というのも、この動物は交尾に対して極めて情欲が盛んであり、また、生殖の原因である身体のその部位は、動物の自然の始原的な要素として存在しているかのように、ふさわしく崇拝されているからである。
§1.88.2καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερωκέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως·
総じて、生殖器はエジプト人だけでなく、他の少なからぬ人々も、動物の生成の原因として秘儀において神聖なものとして捧げてきた。
τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατʼ Αἴγυπτον τούτῳ τῷ θεῷ πρῶτον μυεῖσθαι.
そしてエジプトにおいて父祖伝来の神官職を受け継ぐ神官たちは、まずこの神の秘儀に参入するのである。
§1.88.3καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρʼ ἀνθρώποις·
また、パンたちやサテュロスたちも、同じ理由で人々の間で崇拝されていると言われている。
διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας·
それゆえ、大部分の人々は神殿に彼らの像を、勃起させ、かつ牡山羊の性質に類似した姿で奉納するのである。
τὸ γὰρ ζῷον τοῦτο παραδεδόσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνεργέστατον·
というのも、この動物は交尾において極めて活発であると伝えられているからである。
ἐκείνοις οὖν διὰ ταύτης τῆς ἐμφάσεως χάριν ἀποδιδόναι περὶ τῆς πολυτεκνίας τῆς ἑαυτῶν.
したがって、人々はこの象徴を通じて、自らの多産について彼らに感謝を捧げるのである。
§1.88.4τοὺς δὲ ταύρους τοὺς ἱερούς, λέγω δὲ τόν τε Ἆπιν καὶ τὸν Μνεῦιν, τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, Ὀσίριδος καταδείξαντος, ἅμα μὲν διὰ τὴν τῆς γεωργίας χρείαν, ἅμα δὲ καὶ διὰ τὸ τῶν εὑρόντων τοὺς καρποὺς τὴν δόξαν ταῖς τούτων ἐργασίαις παραδόσιμον γεγονέναι τοῖς μεταγενεστέροις εἰς ἅπαντα τὸν αἰῶνα.
また、聖なる牡牛たち、すなわちアピスとムネウイスは、オシリスが定めたことによって、神々と同様に崇拝されている。 それは、一つには農業における有用性のためであり、もう一つには、穀物を発見した人々の名声が、これら(牡牛)の労働によって、後世の人々に永遠に受け継がれるようになったからである。
τοὺς δὲ πυρροὺς βοῦς συγχωρηθῆναι θύειν διὰ τὸ δοκεῖν τοιοῦτον τῷ χρώματι γεγονέναι Τυφῶνα τὸν ἐπιβουλεύσαντα μὲν Ὀσίριδι, τυχόντα δὲ τιμωρίας ὑπὸ τῆς Ἴσιδος διὰ τὸν τἀνδρὸς φόνον.
他方、赤い牡牛を犠牲にすることは認められている。 それは、オシリスを陥れ、夫の殺害のためにイシスによって罰せられたテュポンが、そのような色をしていたと考えられているからである。
§1.88.5καὶ τῶν ἀνθρώπων δὲ τοὺς ὁμοχρωμάτους τῷ Τυφῶνι τὸ παλαιὸν ὑπὸ τῶν βασιλέων φασὶ θύεσθαι πρὸς τῷ τάφῳ τῷ Ὀσίριδος·
また、人間たちのうちでも、テュポンと同じ肌色の者たちが、古くは王たちによってオシリスの墓の傍らで犠牲にされたと言われている。
τῶν μὲν οὖν Αἰγυπτίων ὀλίγους τινὰς εὑρίσκεσθαι πυρρούς, τῶν δὲ ξένων τοὺς πλείους·
エジプト人のうちで赤い者はわずかしか見出されないが、外国人の中には多く見出される。
διὸ καὶ περὶ τῆς Βουσίριδος ξενοκτονίας παρὰ τοῖς Ἕλλησιν ἐνισχῦσαι τὸν μῦθον, οὐ τοῦ βασιλέως ὀνομαζομένου Βουσίριδος, ἀλλὰ τοῦ Ὀσίριδος τάφου ταύτην ἔχοντος τὴν προσηγορίαν κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον.
それゆえ、ギリシア人の間で、ブーシーリスによる外国人虐殺に関する神話が定着したのである。 それは、ブーシーリスという名の王がいたからではなく、現地の言葉でオシリスの墓がこの名称を持っていたからである。
§1.88.6τοὺς δὲ λύκους τιμᾶσθαι λέγουσι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα·
また、狼が崇拝されているのは、犬に対するその性質の類似性のためだと言われている。
βραχὺ γὰρ διαλάττοντας αὐτοὺς ταῖς φύσεσι ταῖς ἐπιμιξίαις ζωογονεῖν ἐξ ἀλλήλων.
というのも、彼らはその性質においてわずかしか異なっておらず、交配によって互いの間に子孫を生み出すからである。
φέρουσι δʼ Αἰγύπτιοι καὶ ἄλλην αἰτίαν τῆς τοῦ ζῴου τούτου τιμῆς μυθικωτέραν·
エジプト人たちは、この動物の崇拝について、より神話的な別の原因も挙げている。
τὸ γὰρ παλαιόν φασι τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα παραγενέσθαι βοηθὸν ἐξ ᾅδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικὶ λύκῳ τὴν ὄψιν ὁμοιωθέντα·
すなわち、大昔にイシスがその子ホルスとともにテュポンと決戦を交えようとしていた時、オシリスが冥界から、狼の姿に似せて、その子供と妻の助っ人として現れたと言われている。
ἀναιρεθέντος οὖν τοῦ Τυφῶνος τοὺς κρατήσαντας καταδεῖξαι τιμᾶν τὸ ζῷον οὗ τῆς ὄψεως ἐπιφανείσης τὸ νικᾶν ἐπηκολούθησεν.
こうしてテュポンが殺害された後、勝者たちは、その姿が現れたことによって勝利が従うことになったその動物を崇拝することを定めたのである。
§1.88.7ἔνιοι δὲ λέγουσι, τῶν Αἰθιόπων στρατευσάντων ἐπὶ τὴν Αἴγυπτον, ἀθροισθείσας παμπληθεῖς ἀγέλας λύκων ἐκδιῶξαι τοὺς ἐπελθόντας ἐκ τῆς χώρας ὑπὲρ πόλιν τὴν ὀνομαζομένην Ἐλεφαντίνην·
ある人々は言う、エチオピア人がエジプトに侵攻した際、狼の数限りない大群が集まって、侵入者たちをエレファンティネと呼ばれる都市の彼方へと国から追い払ったのだと。
διὸ καὶ τόν τε νομὸν ἐκεῖνον Λυκοπολίτην ὀνομασθῆναι καὶ τὰ ζῷα τὰ προειρημένα τυχεῖν τῆς τιμῆς.
それゆえ、その地方はリュコポリスと名付けられ、前述の動物たちは崇拝されることになったのである。