Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.86.1-1.86.5

动物崇拜起源的神话假说与军旗假说

第 87 段,共 406 段 · 希腊语

内容简介

作者指出埃及神兽崇拜所带来的困惑,并介绍了当地人提出的三个原因中的前两个:一是神明为躲避人类暴力而幻化为动物的神话假说,二是古代战争中为识别部队而使用动物像作为军旗的实用假说。

§1.86.1πάντα δὲ θαυμάσια καὶ μείζω πίστεως ἐπιτελοῦντες οἱ κατʼ Αἴγυπτον εἰς τὰ τιμώμενα ζῷα πολλὴν ἀπορίαν παρέχονται τοῖς τὰς αἰτίας τούτων ζητοῦσιν.
埃及人对受崇敬的动物所履行的所有这些仪式,既令人惊叹又令人难以置信,这给探求其原因的人们带来了巨大的困惑。
§1.86.2οἱ μὲν οὖν ἱερεῖς αὐτῶν ἀπόρρητόν τι δόγμα περὶ τούτων ἔχουσιν, ὃ προειρήκαμεν ἐν τοῖς θεολογουμένοις ὑπʼ αὐτῶν, οἱ δὲ πολλοὶ τῶν Αἰγυπτίων τρεῖς αἰτίας ταύτας ἀποδιδόασιν, ὧν τὴν μὲν πρώτην μυθώδη παντελῶς καὶ τῆς ἀρχαϊκῆς ἁπλότητος οἰκείαν.
关于这些事,他们的祭司确实持有一种隐秘的教义,这在我们之前叙述他们的神学时已经提到过,但大多数埃及人则提出了以下三个原因,其中第一个完全是神话性的,符合古老的质朴。
§1.86.3φασὶ γὰρ τοὺς ἐξ ἀρχῆς γενομένους θεούς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀνομίας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισι ζῴοις, καὶ διὰ τοῦ τοιούτου τρόπου διαφυγεῖν τὴν ὠμότητα καὶ βίαν αὐτῶν· ὕστερον δὲ τῶν κατὰ τὸν κόσμον πάντων κρατήσαντας, καὶ τοῖς αἰτίοις τῆς ἐξ ἀρχῆς σωτηρίας χάριν ἀποδιδόντας, ἀφιερῶσαι τὰς φύσεις αὐτῶν οἷς ἀφωμοιώθησαν, καὶ καταδεῖξαι τοῖς ἀνθρώποις τὸ τρέφειν μὲν ζῶντα πολυτελῶς, θάπτειν δὲ τελευτήσαντα.
因为他们说,最初产生的神明人数较少,受到地上凡人的众多和无法无天的压制,于是将自己幻化成某些动物,并以此种方式逃脱了人类的残暴和暴力;但后来,他们统治了世间万物,并向最初救助过他们的那些功臣表达感谢,便将自己曾幻化成的那些动物的本性奉为神圣,并向人类规定,要在它们活着时奢侈地饲养,在它们死去时予以埋葬。
§1.86.4δευτέραν δὲ λέγουσιν αἰτίαν, ὅτι τὸ παλαιὸν οἱ κατʼ Αἴγυπτον διὰ τὴν ἀταξίαν τὴν ἐν τῷ στρατοπέδῳ πολλαῖς μάχαις ὑπὸ τῶν πλησιοχώρων ἡττηθέντες ἐπενόησαν σύνθημα φορεῖν ἐπὶ τῶν ταγμάτων.
他们说的第二个原因则是,古时候埃及人由于营地中的无秩序,在多次战斗中被邻国击败,于是他们想出了在各部队中携带标识的办法。
§1.86.5φασὶν οὖν κατασκευάσαντας εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι, καὶ πήξαντας ἐπὶ σαυνίων, φορεῖν τοὺς ἡγεμόνας, καὶ διὰ τούτου τοῦ τρόπου γνωρίζειν ἕκαστον ἧς εἴη συντάξεως· μεγάλα δὲ συμβαλλομένης αὐτοῖς τῆς διὰ τούτων εὐταξίας πρὸς τὴν νίκην, δόξαι τῆς σωτηρίας αἴτια γεγονέναι τὰ ζῷα· χάριν οὖν αὐτοῖς τοὺς ἀνθρώπους ἀποδοῦναι βουλομένους εἰς ἔθος κατατάξαι τῶν εἰκασθέντων τότε μηδὲν κτείνειν, ἀλλὰ σεβομένους ἀπονέμειν τὴν προειρημένην ἐπιμέλειαν καὶ τιμήν.
因此他们说,将领们制作了他们现在崇敬的动物的像,并将其固定在长枪上携带,通过这种方式,每个人都能认清自己属于哪个编制;而由于通过这些标识建立的纪律对他们的胜利起到了巨大的推动作用,人们便认为这些动物是他们得救的原因;因此,人类为了向它们表达感谢,便将“绝不杀死当时被模仿的动物,而是加以崇敬并给予前述的照料和敬意”确立为习俗。

词汇与语法注释

  1. 1.86.2ὧν τὴν μὲν πρώτην — 省略了诸如 `φασί` 或 `λέγουσι` 的说话动词或不定式 `εἶναι`。`τὴν μὲν πρώτην` 为宾格,作为被省略的不定式的主语或被默示的说话动词的宾语,意为“他们说其中第一个原因完全是神话性的”。
  2. 1.86.3οἷς ἀφωμοιώθησαν — 与格关系代词 `οἷς` 指代神明将自己幻化成的动物(由动词 `ἀφομοιόω` 支配与格)。先行词被吸收进关系从句中,或由上下文默示。
  3. 1.86.5κατασκευάσαντας ... πήξαντας ... φορεῖν τοὺς ἡγεμόνας — 宾格分词 `κατασκευάσαντας` 和 `πήξαντας` 与不定式 `φορεῖν` 的主语宾格 `τοὺς ἡγεμόνας`(将领们)一致,意为“将领们在制作了……并固定了……之后携带着它们”。
  4. 1.86.5ἧς εἴη συντάξεως — 这是一个间接疑问句,其中希求法动词 `εἴη` 缘于过去时序(由叙事隐含)。属格 `συντάξεως` 是谓语属格,意为“(每个人)属于哪个编制”。
  5. 1.86.5μεγάλα δὲ συμβαλλομένης αὐτοῖς τῆς διὰ τούτων εὐταξίας πρὸς τὴν νίκην — 这是属格绝对结构(`συμβαλλομένης ... τῆς ... εὐταξίας`),其中 `μεγάλα` 作为副词性宾格(同源/内在宾格,表示程度),意为“做出了巨大贡献”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.86.1-1.86.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.86.1-1.86.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。