Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.81.1-1.81.7

祭司的学问修习与平民的职业教育及艺体观

第 82 段,共 406 段 · 希腊语

内容简介

阐述了埃及祭司阶层所修习的几何、算术和天文学的实用与预测价值,并说明了普通民众的职业教育以及埃及人对体育和音乐的否定态度。

§1.81.1παιδεύουσι δὲ τοὺς υἱοὺς οἱ μὲν ἱερεῖς γράμματα διττά, τά τε ἱερὰ καλούμενα καὶ τὰ κοινοτέραν ἔχοντα τὴν μάθησιν. γεωμετρίαν δὲ καὶ τὴν ἀριθμητικὴν ἐπὶ πλέον ἐκπονοῦσιν.
祭司们教导他们的儿子两种文字,即所谓的圣书体和学习起来较为通用的文字;他们对几何学和算术的研究尤为深入。
§1.81.2ὁ μὲν γὰρ ποταμὸς κατʼ ἐνιαυτὸν ποικίλως μετασχηματίζων τὴν χώραν πολλὰς καὶ παντοίας ἀμφισβητήσεις ποιεῖ περὶ τῶν ὅρων τοῖς γειτνιῶσι, ταύτας δʼ οὐ ῥᾴδιον ἀκριβῶς ἐξελέγξαι μὴ γεωμέτρου τὴν ἀλήθειαν ἐκ τῆς ἐμπειρίας μεθοδεύσαντος.
因为河流每年以各种方式改变土地的形状,导致邻里之间产生许多关于边界的各种争端,而若没有几何学家根据经验来探寻真理,要精确判定这些争端并不容易。
§1.81.3ἡ δʼ ἀριθμητικὴ πρός τε τὰς κατὰ τὸν βίον οἰκονομίας αὐτοῖς χρησιμεύει καὶ πρὸς τὰ γεωμετρίας θεωρήματα, πρὸς δὲ τούτοις οὐκ ὀλίγα συμβάλλεται καὶ τοῖς τὰ περὶ τὴν ἀστρολογίαν ἐκπονοῦσιν.
算术不仅对他们的日常生活管理有用,也有助于几何学定理的理解,此外,对于那些致力于天文学研究的人来说,它也做出了不少贡献。
§1.81.4ἐπιμελοῦς γὰρ, εἰ καὶ παρά τισιν ἄλλοις, καὶ παρʼ Αἰγυπτίοις παρατηρήσεως τυγχάνουσιν αἱ τῶν ἄστρων τάξεις τε καὶ κινήσεις· καὶ τὰς μὲν περὶ ἑκάστων ἀναγραφὰς ἐξ ἐτῶν ἀπίστων τῷ πλήθει φυλάττουσιν, ἐκ παλαιῶν χρόνων ἐζηλωμένης παρʼ αὐτοῖς τῆς περὶ ταῦτα σπουδῆς, τὰς δὲ τῶν πλανήτων ἀστέρων κινήσεις καὶ περιόδους καὶ στηριγμούς, ἔτι δὲ τὰς ἑκάστου δυνάμεις πρὸς τὰς τῶν ζῴων γενέσεις, τίνων εἰσὶν ἀγαθῶν ἢ κακῶν ἀπεργαστικαί, φιλοτιμότατα παρατετηρήκασι.
因为,即使在其他一些民族中也是如此,在埃及人中,星辰的排列和运动得到了精心的观察;他们保存着关于各星体令人难以置信的漫长年份的记录,因为自古以来他们对这些事物的热忱就备受推崇;他们最勤勉地观察了行星的运动、周期和留,以及每颗星对于生物诞生的影响,即它们会产生哪些好事或坏事。
§1.81.5καὶ πολλάκις μὲν τοῖς ἀνθρώποις τῶν αὐτοῖς μελλόντων ἀπαντήσεσθαι κατὰ τὸν βίον προλέγοντες ἐπιτυγχάνουσιν, οὐκ ὀλιγάκις δὲ καρπῶν φθορὰς ἢ τοὐναντίον πολυκαρπίας, ἔτι δὲ νόσους κοινὰς ἀνθρώποις ἢ βοσκήμασιν ἐσομένας προσημαίνουσι, σεισμούς τε καὶ κατακλυσμοὺς καὶ κομητῶν ἀστέρων ἐπιτολὰς καὶ πάντα τὰ τοῖς πολλοῖς ἀδύνατον ἔχειν δοκοῦντα τὴν ἐπίγνωσιν, ἐκ πολλοῦ χρόνου παρατηρήσεως γεγενημένης, προγινώσκουσι.
他们经常通过预言人们一生中将要遇到的事情而获得成功,并且屡屡预示作物的歉收或相反的丰收,以及人类或牲畜将要遭遇的流行疫病,他们还能预知地震、洪水、彗星的出现,以及所有在大多数人看来不可能预知的事情,而这些预知都是建立在长期观察的基础之上的。
§1.81.6φασὶ δὲ καὶ τοὺς ἐν Βαβυλῶνι Χαλδαίους, ἀποίκους Αἰγυπτίων ὄντας, τὴν δόξαν ἔχειν τὴν περὶ τῆς ἀστρολογίας παρὰ τῶν ἱερέων μαθόντας τῶν Αἰγυπτίων.
据说巴比伦的迦勒底人作为埃及人的移民,其在天文学上的声誉也是因为他们向埃及的祭司学习而获得的。
§1.81.7τὸ δʼ ἄλλο πλῆθος τῶν Αἰγυπτίων ἐκ παίδων μανθάνει παρὰ τῶν πατέρων ἢ συγγενῶν τὰς περὶ ἕκαστον βίον ἐπιτηδεύσεις, καθάπερ προειρήκαμεν.
而其余的埃及大众,正如我们之前所说,从小就从父亲或亲属那里学习各行各业的技能。
γράμματα δʼ ἐπʼ ὀλίγον διδάσκουσιν οὐχ ἅπαντες, ἀλλʼ οἱ τὰς τέχνας μεταχειριζόμενοι μάλιστα.
并不是所有人都会教授文字,通常只有那些从事手工艺的人才会稍加学习。
παλαίστραν δὲ καὶ μουσικὴν οὐ νόμιμόν ἐστι παρʼ αὐτοῖς μανθάνειν· ὑπολαμβάνουσι γὰρ ἐκ μὲν τῶν καθʼ ἡμέραν ἐν τῇ παλαίστρᾳ γυμνασίων τοὺς νέους οὐχ ὑγίειαν ἕξειν, ἀλλὰ ῥώμην ὀλιγοχρόνιον καὶ παντελῶς ἐπικίνδυνον, τὴν δὲ μουσικὴν νομίζουσιν οὐ μόνον ἄχρηστον ὑπάρχειν, ἀλλὰ καὶ βλαβεράν, ὡς ἐκθηλύνουσαν τὰς τῶν ἀκουόντων ψυχάς.
在他们那里,学习体育活动和音乐是不合规矩的;因为他们认为,从体育馆的日常锻炼中,年轻人不会获得健康,而只能获得短暂且极其危险的体能;他们认为音乐不仅无用,甚至有害,因为它会使听众的灵魂变得软弱。

词汇与语法注释

  1. 1.81.2μὴ γεωμέτρου τὴν ἀλήθειαν ἐκ τῆς ἐμπειρίας μεθοδεύσαντος — 带有否定小品词 μή 的属格绝对结构,用作否定条件句(“除非几何学家……去探寻”)。
  2. 1.81.4εἰ καὶ παρά τισιν ἄλλοις — 让步性的插入句,意为“即使在其他一些人中也是如此”,用以强调随后的 καὶ παρʼ Αἰγυπτίοις。
  3. 1.81.4ἐξ ἐτῶν ἀπίστων τῷ πλήθει — 形容词 ἀπίστων 修饰属格名词 ἐτῶν,与格 τῷ πλήθει 作关系或限定与格(“在数量上”)。
  4. 1.81.7ὡς ἐκθηλύνουσαν τὰς τῶν ἀκουόντων ψυχάς — 连词 ὡς 与现在分词 ἐκθηλύνουσαν 连用,表示主观原因(“因为(在他们看来)它使……软弱”),反映了主句主语的观点。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.81.1-1.81.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.81.1-1.81.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。