§1.81.1παιδεύουσι δὲ τοὺς υἱοὺς οἱ μὲν ἱερεῖς γράμματα διττά, τά τε ἱερὰ καλούμενα καὶ τὰ κοινοτέραν ἔχοντα τὴν μάθησιν.
祭司たちは息子たちに二つの文字、すなわち神聖文字と呼ばれるものと、より一般的な学習を伴う文字を教える。
γεωμετρίαν δὲ καὶ τὴν ἀριθμητικὴν ἐπὶ πλέον ἐκπονοῦσιν.
幾何学と算術については、彼らは特に熱心に修める。
§1.81.2ὁ μὲν γὰρ ποταμὸς κατʼ ἐνιαυτὸν ποικίλως μετασχηματίζων τὴν χώραν πολλὰς καὶ παντοίας ἀμφισβητήσεις ποιεῖ περὶ τῶν ὅρων τοῖς γειτνιῶσι, ταύτας δʼ οὐ ῥᾴδιον ἀκριβῶς ἐξελέγξαι μὴ γεωμέτρου τὴν ἀλήθειαν ἐκ τῆς ἐμπειρίας μεθοδεύσαντος.
というのも、ナイル川が毎年土地の形を様々に変えてしまうため、近隣住民の間で境界をめぐり数多くの多様な争いが生じるが、幾何学者がその経験から真実を解明するのでなければ、これらを正確に判定することは容易ではないからである。
§1.81.3ἡ δʼ ἀριθμητικὴ πρός τε τὰς κατὰ τὸν βίον οἰκονομίας αὐτοῖς χρησιμεύει καὶ πρὸς τὰ γεωμετρίας θεωρήματα, πρὸς δὲ τούτοις οὐκ ὀλίγα συμβάλλεται καὶ τοῖς τὰ περὶ τὴν ἀστρολογίαν ἐκπονοῦσιν.
一方、算術は彼らにとって日常生活の管理にも幾何学の諸定理の理解にも役立ち、これらに加えて、天文学を修める人々にとっても少なからず貢献する。
§1.81.4ἐπιμελοῦς γὰρ, εἰ καὶ παρά τισιν ἄλλοις, καὶ παρʼ Αἰγυπτίοις παρατηρήσεως τυγχάνουσιν αἱ τῶν ἄστρων τάξεις τε καὶ κινήσεις·
なぜなら、他の幾つかの民族においてもあるとしても、エジプト人の間では星々の配列と運動が極めて入念な観察の対象となっているからである。
καὶ τὰς μὲν περὶ ἑκάστων ἀναγραφὰς ἐξ ἐτῶν ἀπίστων τῷ πλήθει φυλάττουσιν, ἐκ παλαιῶν χρόνων ἐζηλωμένης παρʼ αὐτοῖς τῆς περὶ ταῦτα σπουδῆς, τὰς δὲ τῶν πλανήτων ἀστέρων κινήσεις καὶ περιόδους καὶ στηριγμούς, ἔτι δὲ τὰς ἑκάστου δυνάμεις πρὸς τὰς τῶν ζῴων γενέσεις, τίνων εἰσὶν ἀγαθῶν ἢ κακῶν ἀπεργαστικαί, φιλοτιμότατα παρατετηρήκασι.
彼らは個々の星に関する記録を、その多さにおいて信じがたいほどの年月にわたって保存している。 古くから彼らの間でこれらへの関心が盛んであったからである。 また、惑星の運動、周期、静止、さらにはそれぞれの星が生き物の誕生に対して持つ影響力や、どのような善いことや悪いことを引き起こすかについて、極めて熱心に観察してきた。
§1.81.5καὶ πολλάκις μὲν τοῖς ἀνθρώποις τῶν αὐτοῖς μελλόντων ἀπαντήσεσθαι κατὰ τὸν βίον προλέγοντες ἐπιτυγχάνουσιν, οὐκ ὀλιγάκις δὲ καρπῶν φθορὰς ἢ τοὐναντίον πολυκαρπίας, ἔτι δὲ νόσους κοινὰς ἀνθρώποις ἢ βοσκήμασιν ἐσομένας προσημαίνουσι, σεισμούς τε καὶ κατακλυσμοὺς καὶ κομητῶν ἀστέρων ἐπιτολὰς καὶ πάντα τὰ τοῖς πολλοῖς ἀδύνατον ἔχειν δοκοῦντα τὴν ἐπίγνωσιν, ἐκ πολλοῦ χρόνου παρατηρήσεως γεγενημένης, προγινώσκουσι.
そして、彼らはしばしば人々に生涯において起ころうとしている出来事を予言して確実にとらえ、またしばしば、作物の不作あるいは逆に豊作、さらには人間や家畜に発生しようとしている共通の疫病を前もって告げ、また地震や洪水、彗星の出現など、一般の人々には知ることが不可能であると思われるすべての事柄を、長年にわたる観察が行われてきたことによって、あらかじめ予知するのである。
§1.81.6φασὶ δὲ καὶ τοὺς ἐν Βαβυλῶνι Χαλδαίους, ἀποίκους Αἰγυπτίων ὄντας, τὴν δόξαν ἔχειν τὴν περὶ τῆς ἀστρολογίας παρὰ τῶν ἱερέων μαθόντας τῶν Αἰγυπτίων.
また、バビロンのカルデア人たちも、エジプト人の植民者であり、エジプトの祭司たちから学ぶことによって天文学に関する名声を得ているのだと言われている。
§1.81.7τὸ δʼ ἄλλο πλῆθος τῶν Αἰγυπτίων ἐκ παίδων μανθάνει παρὰ τῶν πατέρων ἢ συγγενῶν τὰς περὶ ἕκαστον βίον ἐπιτηδεύσεις, καθάπερ προειρήκαμεν.
一方、それ以外のエジプト人の大衆は、前述のように、子供の頃から父親や親戚よりそれぞれの生業に応じた技術を学ぶ。
γράμματα δʼ ἐπʼ ὀλίγον διδάσκουσιν οὐχ ἅπαντες, ἀλλʼ οἱ τὰς τέχνας μεταχειριζόμενοι μάλιστα.
文字については、すべての者が教えるわけではなく、主として技術に従事する者たちがわずかに教えるだけである。
παλαίστραν δὲ καὶ μουσικὴν οὐ νόμιμόν ἐστι παρʼ αὐτοῖς μανθάνειν·
彼らの間では、体育所や音楽を学ぶことは習慣に反している。
ὑπολαμβάνουσι γὰρ ἐκ μὲν τῶν καθʼ ἡμέραν ἐν τῇ παλαίστρᾳ γυμνασίων τοὺς νέους οὐχ ὑγίειαν ἕξειν, ἀλλὰ ῥώμην ὀλιγοχρόνιον καὶ παντελῶς ἐπικίνδυνον, τὴν δὲ μουσικὴν νομίζουσιν οὐ μόνον ἄχρηστον ὑπάρχειν, ἀλλὰ καὶ βλαβεράν, ὡς ἐκθηλύνουσαν τὰς τῶν ἀκουόντων ψυχάς.
というのも、体育所での日々の訓練によって若者たちは健康を得るのではなく、一時的な、そして極めて危険な体力を得るだけだと考えているからであり、また音楽については、無用であるばかりでなく有害であって、聴く者の魂を軟弱にするものとみなしているからである。