Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.80.1-1.80.6

盗贼登记制度与婚姻育儿习俗

第 81 段,共 406 段 · 希腊语

内容简介

关于埃及独特的盗贼登记规管制度,以及有关婚姻、育儿和人口增长的社会习俗。

§1.80.1ὑπῆρχε δὲ καὶ περὶ τῶν κλεπτῶν νόμος παρʼ Αἰγυπτίοις ἰδιώτατος.
在埃及人中,还有一项关于盗贼的极为独特的法律。
ἐκέλευε γὰρ τοὺς μὲν βουλομένους ἔχειν ταύτην τὴν ἐργασίαν ἀπογράφεσθαι πρὸς τὸν ἀρχίφωρα, καὶ τὸ κλαπὲν ὁμολόγως ἀναφέρειν παραχρῆμα πρὸς ἐκεῖνον, τοὺς δὲ ἀπολέσαντας παραπλησίως ἀπογράφειν αὐτῷ καθʼ ἕκαστον τῶν ἀπολωλότων, προστιθέντας τόν τε τόπον καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθʼ ἣν ἀπώλεσεν.
因为它规定,凡是希望从事这一行业的人,都要向盗魁登记,并立即将盗得的财物按约定上报给他;同时,失主也要同样向他登记每一件丢失的物品,并注明丢失的地点、日期和时间。
§1.80.2τούτῳ δὲ τῷ τρόπῳ πάντων ἑτοίμως εὑρισκομένων, ἔδει τὸν ἀπολέσαντα τὸ τέταρτον μέρος τῆς ἀξίας δόντα κτήσασθαι τὰ ἑαυτοῦ μόνα.
这样一来,由于所有东西都能轻易找到,失主只需付出财物价值的四分之一,便可赎回属于自己的东西。
ἀδυνάτου γὰρ ὄντος τοῦ πάντας ἀποστῆσαι τῆς κλοπῆς εὗρε πόρον ὁ νομοθέτης διʼ οὗ πᾶν τὸ ἀπολόμενον σωθήσεται μικρῶν διδομένων λύτρων.
因为既然无法让所有人都不去偷窃,立法者便找到了一种方法,只需支付少许赎金,就能使所有丢失的财物得以保全。
§1.80.3γαμοῦσι δὲ παρʼ Αἰγυπτίοις οἱ μὲν ἱερεῖς μίαν, τῶν δʼ ἄλλων ὅσας ἂν ἕκαστος προαιρῆται· καὶ τὰ γεννώμενα πάντα τρέφουσιν ἐξ ἀνάγκης ἕνεκα τῆς πολυανθρωπίας, ὡς ταύτης μέγιστα συμβαλλομένης πρὸς εὐδαιμονίαν χώρας τε καὶ πόλεων, νόθον δʼ οὐδένα τῶν γεννηθέντων νομίζουσιν, οὐδʼ ἂν ἐξ ἀργυρωνήτου μητρὸς γεννηθῇ· §1.80.4καθόλου γὰρ ὑπειλήφασι τὸν πατέρα μόνον αἴτιον εἶναι τῆς γενέσεως, τὴν δὲ μητέρα τροφὴν καὶ χώραν παρέχεσθαι τῷ βρέφει, καὶ τῶν δένδρων ἄρρενα μὲν καλοῦσι τὰ καρποφόρα, θήλεα δὲ τὰ μὴ φέροντα τοὺς καρπούς, ἐναντίως τοῖς Ἕλλησι.
在埃及人中,祭司只娶一个妻子,而其他的人则各随其意,想娶多少就娶多少;他们必须抚养所有出生的孩子,以增加人口,因为他们认为人口众多最有助于国家和城市的繁荣;他们也不认为出生的孩子中有任何一个是私生子,即使是由买来的奴隶母亲所生的也是如此;因为他们普遍认为只有父亲才是生育的因由,而母亲只是给婴儿提供营养和场所;对于树木,他们也将结果实的称为雄性,不结果实的称为雌性,这与希腊人相反。
§1.80.5τρέφουσι δὲ τὰ παιδία μετά τινος εὐχερείας ἀδαπάνου καὶ παντελῶς ἀπίστου· ἑψήματα γὰρ αὐτοῖς χορηγοῦσιν ἔκ τινος εὐτελείας ἑτοίμης γινόμενα, καὶ τῶν ἐκ τῆς βύβλου πυθμένων τοὺς δυναμένους εἰς τὸ πῦρ ἐγκρύβεσθαι, καὶ τῶν ῥιζῶν καὶ τῶν καυλῶν τῶν ἑλείων τὰ μὲν ὠμά, τὰ δʼ ἕψοντες, τὰ δʼ ὀπτῶντες, διδόασιν.
他们抚养孩子极为简便,不费钱财,简直令人难以置信;因为他们给孩子们提供用廉价易得的原料做成的煮食,以及纸莎草茎部可以埋在火灰中烤食的部分,还有沼泽植物的根和茎,有些生吃,有些煮着吃,有些烤着吃。
§1.80.6ἀνυποδήτων δὲ καὶ γυμνῶν τῶν πλείστων τρεφομένων διὰ τὴν εὐκρασίαν τῶν τόπων, τὴν πᾶσαν δαπάνην οἱ γονεῖς, ἄχρι ἂν εἰς ἡλικίαν ἔλθῃ τὸ τέκνον, οὐ πλείω ποιοῦσι δραχμῶν εἴκοσι.
并且,由于当地气候温和,大多数孩子不穿鞋,光着身子抚养,父母直到孩子成年为止所花费的全部费用,不超过二十德拉克马。
διʼ ἃς αἰτίας μάλιστα τὴν Αἴγυπτον συμβαίνει πολυανθρωπίᾳ διαφέρειν, καὶ διὰ τοῦτο πλείστας ἔχειν μεγάλων ἔργων κατασκευάς.
正是因为这些原因,埃及在人口众多方面最为杰出,也因此拥有数量最多的宏伟工程建筑。

词汇与语法注释

  1. 1.80.1ὁμολόγως — 副词 ὁμολόγως 意为“一致地”或“按照约定”。这里指盗贼与盗魁(ἀρχίφωρ)之间根据预先达成的协议或规章,如实上报盗得的财物。
  2. 1.80.2ἀδυνάτου ... ὄντος τοῦ πάντας ἀποστῆσαι τῆς κλοπῆς — 属格独立结构。冠词性不定式短语 τοῦ πάντας ἀποστῆσαι τῆς κλοπῆς 充当非人称分词 ἀδυνάτου ὄντος 的主语,意为“因为使所有人都不去偷窃是不可能的”。
  3. 1.80.3ὡς ταύτης μέγιστα συμβαλλομένης πρὸς εὐδαιμονίαν χώρας τε καὶ πόλεων — 由 ὡς 引导的属格独立结构,表示主观原因(埃及人的看法)。其中 ταύτης(指代 πολυανθρωπίας“人口众多”)是分词 συμβαλλομένης 的主语,χώρας τε καὶ πόλεων 是修饰 εὐδαιμονίαν 的属格。
  4. 1.80.6ἀνυποδήτων δὲ καὶ γυμνῶν τῶν πλείστων τρεφομένων — 属格独立结构。τῶν πλείστων 是分词 τρεφομένων 的逻辑主语,ἀνυποδήτων δὲ καὶ γυμνῶν 作分词的表语性形容词,意为“由于大多数孩子是在不穿鞋且赤身裸体的情况下被抚养的”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.80.1-1.80.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.80.1-1.80.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。