Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.82.1-1.82.3

埃及的预防医学、公共医疗制度与医师法规

第 83 段,共 406 段 · 希腊语

内容简介

本段叙述了埃及人在医学上的预防性治疗、他们在军事行动期间的免费公共医疗体系,以及对偏离圣书规定疗法的医生的严厉惩罚。

§1.82.1τὰς δὲ νόσους προκαταλαμβανόμενοι θεραπεύουσι τὰ σώματα κλυσμοῖς καὶ νηστείαις καὶ ἐμέτοις, ἐνίοτε μὲν καθʼ ἑκάστην ἡμέραν, ἐνίοτε δὲ τρεῖς ἢ τέτταρας ἡμέρας διαλείποντες.
他们预防疾病,通过灌肠、禁食和催吐来治疗身体,有时每天进行,有时则间隔三四天。
§1.82.2φασὶ γὰρ πάσης τροφῆς ἀναδοθείσης τὸ πλέον εἶναι περιττόν, ἀφʼ οὗ γεννᾶσθαι τὰς νόσους· ὥστε τὴν προειρημένην θεραπείαν ἀναιροῦσαν τὰς ἀρχὰς τῆς νόσου μάλιστʼ ἂν παρασκευάσαι τὴν ὑγίειαν.
因为他们说,在摄入的所有食物中,大部分是多余的废物,疾病正是由此产生的;因此,上述疗法通过消除疾病的根源,最能带来健康。
§1.82.3κατὰ δὲ τὰς στρατείας καὶ τὰς ἐπὶ τῆς χώρας ἐκδημίας θεραπεύονται πάντες οὐδένα μισθὸν ἰδίᾳ διδόντες· οἱ γὰρ ἰατροὶ τὰς μὲν τροφὰς ἐκ τοῦ κοινοῦ λαμβάνουσι, τὰς δὲ θεραπείας προσάγουσι κατὰ νόμον ἔγγραφον, ὑπὸ πολλῶν καὶ δεδοξασμένων ἰατρῶν ἀρχαίων συγγεγραμμένον.
在军事远征和国内旅行期间,所有人接受治疗都无需私下支付任何费用;因为医生们从公家领取口粮,并根据成文的法律实施治疗,而该法律是由许多著名的古代医生所撰写的。
κἂν τοῖς ἐκ τῆς ἱερᾶς βίβλου νόμοις ἀναγινωσκομένοις ἀκολουθήσαντες ἀδυνατήσωσι σῶσαι τὸν κάμνοντα, ἀθῷοι παντὸς ἐγκλήματος ἀπολύονται, ἐὰν δέ τι παρὰ τὰ γεγραμμένα ποιήσωσι, θανάτου κρίσιν ὑπομένουσιν, ἡγουμένου τοῦ νομοθέτου τῆς ἐκ πολλῶν χρόνων παρατετηρημένης θεραπείας καὶ συντεταγμένης ὑπὸ τῶν ἀρίστων τεχνιτῶν ὀλίγους ἂν γενέσθαι συνετωτέρους.
如果他们遵循了从圣书中读出的法律却仍未能救活病人,他们将被免除一切罪名;但如果他们做出了任何违背明文规定的事情,他们就将面临死刑审判,因为立法者认为,几乎没有人会比经历长年观察并由最优秀专家制定的疗法更聪明。

词汇与语法注释

  1. 1.82.2ἀφʼ οὗ γεννᾶσθαι — 由于受到前面 φασί 支配的间接引语影响,在由 ἀφʼ οὗ 引导的关系从句中使用了不定式 γεννᾶσθαι 而非直陈式。
  2. 1.82.3ὀλίγους ἂν γενέσθαι συνετωτέρους — 这是由 ἡγουμένου 引导的带宾格的不定式结构。ἄν 与不定式 γενέσθαι 连用表示潜在可能性(“将会成为”)。属格 τῆς ... θεραπείας 是依赖于比较级形容词 συνετωτέρους 的比较属格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.82.1-1.82.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.82.1-1.82.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。