§1.8.1καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέσεως τοιαῦτα παρειλήφαμεν, τοὺς δὲ ἐξ ἀρχῆς γεννηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτῳ καὶ θηριώδει βίῳ καθεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι, καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρπούς.
万物の最初の生成については、私たちはこのような伝承を受け取っているが、最初期に生まれた人々は秩序なく野獣のような生活の中に置かれ、散り散りに食物を求めて出て行き、草のうち最も口に合うものや、樹木から自然に実る果実を摂取したと言われている。
§1.8.2καὶ πολεμουμένους μὲν ὑπὸ τῶν θηρίων ἀλλήλοις βοηθεῖν ὑπὸ τοῦ συμφέροντος διδασκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους.
そして、彼らは野獣に襲われると、共通の利益に教えられて互いに助け合い、恐怖のゆえに集まって、徐々に互いの姿を認識するようになった。
§1.8.3τῆς φωνῆς δʼ ἀσήμου καὶ συγκεχυμένης οὔσης ἐκ τοῦ κατʼ ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώριμον σφίσιν αὐτοῖς ποιῆσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν.
彼らの声は最初は意味を持たず入り混じったものであったが、徐々に言葉を分節化し、目の前にあるそれぞれのものについてお互いの間に記号を取り決めて、万物についての伝達を自分たちに理解できるものにした。
§1.8.4τοιούτων δὲ συστημάτων γινομένων καθʼ ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχε συνταξάντων τὰς λέξεις·
このような集団が居住世界のいたるところで形成されたが、それぞれが偶然のままに言葉を組み立てたため、すべての人々が同じ言語を話したわけではなかった。
διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι.
そのため、ありとあらゆる性質の言語が存在するようになり、最初に形成された集団が、あらゆる民族の祖先となった。
§1.8.5τοὺς οὖν πρώτους τῶν ἀνθρώπων μηδενὸς τῶν πρὸς βίον χρησίμων εὑρημένου ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, οἰκήσεως δὲ καὶ πυρὸς ἀήθεις, τροφῆς δʼ ἡμέρου παντελῶς ἀνεννοήτους.
したがって、最初期の人々は生活に役立つものが何一つ発見されていなかったため、苦難に満ちた生活を送り、衣服を持たず、住居や火にも無縁で、栽培された食物の観念さえまったく持っていなかった。
§1.8.6καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν·
実際、野生の食物を収穫する方法を知らなかったため、飢乏に備えて果実の蓄えをまったく行わなかった。
διὸ καὶ πολλοὺς αὐτῶν ἀπάλλυσθαι κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς,
そのため、彼らの多くが冬の間に、寒さと食物の不足のゆえに死に絶えた。
§1.8.7ἐκ δὲ τοῦ κατʼ ὀλίγον ὑπὸ τῆς πείρας διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῷ χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους ἀποτίθεσθαι.
しかし、経験によって徐々に教えられ、冬には洞窟に避難し、果実のうち保存可能なものを蓄えるようになった。
§1.8.8γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων τῶν χρησίμων κατὰ μικρὸν καὶ τὰς τέχνας εὑρεθῆναι καὶ τἄλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι.
そして、火やその他の有用なものが知られるようになると、徐々に技術も発見され、共同生活を益することのできる他のすべてのものも発見された。
§1.8.9καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις, ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν.
なぜなら、一般的に言って、あらゆるものの必要性そのものが、人間にとっての教師となったからである。 それは、生まれつき優れた能力を持ち、あらゆる活動のために協力者として手と理性と魂の機敏さを備えている動物に対して、それぞれを学ぶよう適切に導いたのである。
§1.8.10καὶ περὶ μὲν τῆς πρώτης γενέσεως τῶν ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου τοῖς ῥηθεῖσιν
人間の最初の生成と、最も古い生活については、語られたことで留めておこう。