§1.7.1κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης αὐτῶν τῆς φύσεως·
因为在万物的最初构成中,天与地具有单一的形态,它们的天性是混合在一起的。
μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπʼ ἀλλήλων, τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δʼ ἀέρα κινήσεως τυχεῖν συνεχοῦς, καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα· ἀφʼ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ· τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸ καταστῆναι διὰ τὸ βάρος·
此后,当这些物体彼此分离时,宇宙包含了其中所见的一切秩序,而空气获得了持续的运动,其中火热的部分由于其轻盈、具有上升的天性,而聚集到最高处;由于这个原因,太阳和其余群星都被卷入到整个旋涡之中;而泥泞和浑浊的部分则伴随着湿气的凝聚,因其重量而沉降到同一处。
§1.7.2εἰλούμενον δʼ ἐν ἑαυτῷ συνεχῶς καὶ συστρεφόμενον ἐκ μὲν τῶν ὑγρῶν τὴν θάλατταν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλήν.
它在自身内部不断旋转和凝结,从湿润的部分形成了海洋,从较坚实的部分形成了泥泞且极柔软的陆地。
§1.7.3ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους, καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας·
这块陆地起初由于太阳周围的火光照射而凝固,随后由于受热,其表面发酵,一些湿润的部分在许多地方膨胀起来,并在它们周围产生了由薄膜包裹的腐败物。
ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω διάπυρος ὁ ἀὴρ γένηται, μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατʼ ὀλίγον.
这种现象至今在沼泽和积水的地方仍能看到,每当土地寒冷而空气突然变得炽热时,没有经过逐渐的变化就会发生这种情况。
§1.7.4ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον τρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὁμίχλης, τὰς δʼ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι·
当湿润的部分以所述的方式因受热而孕育生命时,它们在夜间立即从周围降下的雾气中汲取养分,在白天则被热气凝固。
τὸ δʼ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὔξησιν λαβόντων, καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων, ἀναφυῆναι παντοδαποὺς τύπους ζῴων.
最后,当胚胎获得完全的生长,且薄膜被烧焦并破裂时,各种形态的动物便诞生了。
§1.7.5τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκότα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνά, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσεως ἐν τῇ τῶν ἑρπετῶν καὶ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασθέντα πλωτά,
在这些动物中,分得最多热气的部分走向高处,成为飞禽;坚持泥土般凝聚的部分被列入爬行动物和其他陆地动物之类;而分享了最多湿润本性的部分则聚集到同类的场所,被称为水族。
§1.7.6τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλʼ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων,
随着土地不断受到太阳周围的火和风的凝固,最终无法再孕育任何较大的生物,而每一种有生命之物都是通过彼此的交配而产生。
§1.7.7ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδʼ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὢν Ἀναξαγόρου τοῦ φυσικοῦ· ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν οὕτως,
"ὡς οὐρανός τε γαῖά τʼ ἦν μορφὴ μία· ἐπεὶ δʼ ἐχωρίσθησαν ἀλλήλων δίχα, τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος, δένδρη, πετηνά, θῆρας, οὕς θʼ ἅλμη τρέφει, γένος τε θνητῶν.
关于万物的本性,作为自然哲学家阿那克萨戈拉弟子的欧里庇得斯似乎也与上述观点并无二致;因为他在《美拉尼佩》中这样写道: “天与地曾是单一的形态;但当它们彼此分离时,便生育了万物并将它们带入光明:树木、飞禽、走兽、咸水所养育之物,以及凡人的族类。
"
”