Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.76.1-1.76.3

采用书面审理而非口头辩护的理由

第 77 段,共 406 段 · 希腊语

内容简介

阐明了埃及人采用书面审判而非口头辩护的原因,指出这是为了防止修辞术曲解正义,并确保所有当事人之间的平等和充足的审理时间。

§1.76.1τούτῳ δὲ τῷ τρόπῳ τὰς κρίσεις πάσας συντελεῖν τοὺς Αἰγυπτίους, νομίζοντας ἐκ μὲν τοῦ λέγειν τοὺς συνηγόρους πολλὰ τοῖς δικαίοις ἐπισκοτήσειν· καὶ γὰρ τὰς τέχνας τῶν ῥητόρων καὶ τὴν τῆς ὑποκρίσεως γοητείαν καὶ τὰ τῶν κινδυνευόντων δάκρυα πολλοὺς προτρέπεσθαι παρορᾶν τὸ τῶν νόμων ἀπότομον καὶ τὴν τῆς ἀληθείας ἀκρίβειαν·
埃及人以此种方式进行所有的审判,因为他们认为,辩护人的口头陈述会在很大程度上掩盖正义;实际上,雄辩家的技巧、表演的诱惑以及身处险境者的眼泪,会促使许多人忽视法律的严苛和真理的精确。
§1.76.2θεωρεῖσθαι γοῦν τοὺς ἐπαινουμένους ἐν τῷ κρίνειν πολλάκις ἢ διʼ ἀπάτην ἢ διὰ ψυχαγωγίαν ἢ διὰ τὸ πρὸς τὸν ἔλεον πάθος συνεκφερομένους τῇ δυνάμει τῶν συνηγορούντων· ἐκ δὲ τοῦ γράφειν τὰ δίκαια τοὺς ἀντιδίκους ᾤοντο τὰς κρίσεις ἀκριβεῖς ἔσεσθαι, γυμνῶν τῶν πραγμάτων θεωρουμένων.
事实上,人们常常看到那些在审判中备受赞誉的人,由于欺骗、蛊惑或对同情的冲动,而被辩护者的力量所裹挟;然而,他们认为,通过诉讼当事人将合理的诉求写成书面材料,案件本身得以赤裸弱地呈现,审判将会是精确的。
§1.76.3οὕτω γὰρ μάλιστα μήτε τοὺς εὐφυεῖς τῶν βραδυτέρων πλεονεκτήσειν μήτε τοὺς ἐνηθληκότας τῶν ἀπείρων μήτε τοὺς ψεύστας καὶ τολμηροὺς τῶν φιλαλήθων καὶ κατεσταλμένων τοῖς ἤθεσι, πάντας δʼ ἐπʼ ἴσης τεύξεσθαι τῶν δικαίων, ἱκανὸν χρόνον ἐκ τῶν νόμων λαμβανόντων τῶν μὲν ἀντιδίκων ἐξετάσαι τὰ παρʼ ἀλλήλων, τῶν δὲ δικαστῶν συγκρῖναι τὰ παρʼ ἀμφοτέρων.
因为只有这样,才智出众者才不会占理解迟钝者的便宜,经验丰富者也不会占无经验者的便宜,说谎和胆大妄为者更不会占热爱真理且性格温和者的便宜,所有人将平等地获得正义,因为法律给予了充足的时间,一方面让诉讼当事人审查彼此的诉状,另一方面让法官对比双方的论点。

词汇与语法注释

  1. 1.76.1συντελεῖν — 间接引语中的“对格(宾格)+不定式”结构,延续前文,省略了表示“据说”或“人们认为”的主句动词。
  2. 1.76.2θεωρεῖσθαι — 被动语态不定式带有对格主语 τοὺς ἐπαινουμένους 及其相一致的分词 συνεκφερομένους,构成知觉被动句,意为“那些受赞誉的人被看到被裹挟走”。
  3. 1.76.3πλεονεκτήσειν — 将来时不定式(源自 πλεονεκτέω,“占便宜、占优”)支配表示比较对象的属格(如 τῶν βραδυτέρων)。
  4. 1.76.3λαμβανόντων — 属格绝对结构,其中 λαμβανόντων 的逻辑主语为 τῶν μὲν ἀντιδίκων 和 τῶν δὲ δικαστῶν。随后的不定式 ἐξετάσαι 和 συγκρῖναι 表示目的或结果。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.76.1-1.76.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.76.1-1.76.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。