§1.77.1ἐπεὶ δὲ τῆς νομοθεσίας ἐμνήσθημεν, οὐκ ἀνοίκειον εἶναι τῆς ὑποκειμένης ἱστορίας νομίζομεν ἐκθέσθαι τῶν νόμων ὅσοι παρὰ τοῖς Αἰγυπτίοις παλαιότητι διήνεγκαν ἢ παρηλλαγμένην τάξιν ἔσχον ἢ τὸ σύνολον ὠφέλειαν τοῖς φιλαναγνωστοῦσι δύνανται παρασχέσθαι.
既然我们提到了立法,我们认为在当前的历史叙述中,阐述那些在埃及人中因古老而杰出、或具有独特规制、或总之能给喜爱阅读者带来益处的法律,并非不切题。
§1.77.2πρῶτον μὲν οὖν κατὰ τῶν ἐπιόρκων θάνατος ἦν παρʼ αὐτοῖς τὸ πρόστιμον, ὡς δύο τὰ μέγιστα ποιούντων ἀνομήματα, θεούς τε ἀσεβούντων καὶ τὴν μεγίστην τῶν παρʼ ἀνθρώποις πίστιν ἀνατρεπόντων.
首先,对于伪誓者,在他们那里的惩罚是死刑,因为他们犯下了两项最大的罪行:既对神明不敬,又颠覆了人类之间最大的信任。
§1.77.3ἔπειτα εἴ τις ἐν ὁδῷ κατὰ τὴν χώραν ἰδὼν φονευόμενον ἄνθρωπον ἢ τὸ καθόλου βίαιόν τι πάσχοντα μὴ ῥύσαιτο δυνατὸς ὤν, θανάτῳ περιπεσεῖν ὤφειλεν· εἰ δὲ πρὸς ἀλήθειαν διὰ τὸ ἀδύνατον μὴ κατισχύσαι βοηθῆσαι, μηνῦσαί γε πάντως ὤφειλε τοὺς λῃστὰς καὶ ἐπεξιέναι τὴν παρανομίαν· τὸν δὲ ταῦτα μὴ πράξαντα κατὰ τὸν νόμον ἔδει μαστιγοῦσθαι τεταγμένας πληγὰς καὶ πάσης εἴργεσθαι τροφῆς ἐπὶ τρεῖς ἡμέρας.
其次,如果有人在乡间的道路上,看见有人被杀害或在任何情况下遭受暴力,在有能力救助的情况下却不予营救,他便应当处以死刑;但如果确实因为无能为力而没有力量救助,他也无论如何应当向官府告发强盗并起诉这一违法行为;而未履行这些职责的人,根据法律应当受到规定次数的鞭笞,并被禁食三天。
§1.77.4οἱ δὲ ψευδῶς τινων κατηγορήσαντες ὤφειλον τοῦτο παθεῖν ὃ τοῖς συκοφαντηθεῖσιν ἐτέτακτο πρόστιμον, εἴπερ ἔτυχον καταδικασθέντες.
至于诬告他人者,如果被诬告者本会被判有罪,那么诬告者应当承受原本针对被诬告者所设定的相同惩罚。
§1.77.5προσετέτακτο δὲ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἀπογράφεσθαι πρὸς τοὺς ἄρχοντας ἀπὸ τίνων ἕκαστος πορίζεται τὸν βίον, καὶ τὸν ἐν τούτοις ψευσάμενον ἢ πόρον ἄδικον ἐπιτελοῦντα θανάτῳ περιπίπτειν ἦν ἀναγκαῖον.
此外,所有埃及人还被命令向官吏申报每个人赖以维持生计的来源,在此事上说谎或以不正当手段谋生者,必须要处以死刑。
λέγεται δὲ τοῦτον τὸν νόμον ὑπὸ Σόλωνος παραβαλόντος εἰς Αἴγυπτον εἰς τὰς Ἀθήνας μετενεχθῆναι.
据说,这条法律是梭伦在访问埃及后带回雅典的。
§1.77.6εἰ δέ τις ἑκουσίως ἀποκτείναι τὸν ἐλεύθερον ἢ τὸν δοῦλον, ἀποθνήσκειν τοῦτον οἱ νόμοι προσέταττον, ἅμα μὲν βουλόμενοι μὴ ταῖς διαφοραῖς τῆς τύχης, ἀλλὰ ταῖς τῶν πράξεων ἐπιβολαῖς εἴργεσθαι πάντας ἀπὸ τῶν φαύλων, ἅμα δὲ διὰ τῆς τῶν δούλων φροντίδος ἐθίζοντες τοὺς ἀνθρώπους πολὺ μᾶλλον εἰς τοὺς ἐλευθέρους μηδὲν ὅλως ἐξαμαρτάνειν.
如果有人故意杀死自由人或奴隶,法律规定此人必须死。 这一方面是希望所有人不是因境遇的差异、而是因对行为的意图而远离恶行;另一方面,通过对奴隶的关怀,更让人们习惯于不对自由人犯下任何过错。
§1.77.7καὶ κατὰ μὲν τῶν γονέων τῶν ἀποκτεινάντων τὰ τέκνα θάνατον μὲν οὐχ ὥρισαν, ἡμέρας δὲ τρεῖς καὶ νύκτας ἴσας συνεχῶς ἦν ἀναγκαῖον περιειληφότας τὸν νεκρὸν ὑπομένειν φυλακῆς παρεδρευούσης δημοσίας·
对于杀死子女的父母,他们并没有判定死刑,而是要求他们在公家看守的看护下,连续三天三夜抱着尸体忍受痛苦。
οὐ γὰρ δίκαιον ὑπελήφθη τὸ τοῦ βίου στερίσκειν τοὺς τὸν βίον τοῖς παισὶ δεδωκότας, νουθετήσει δὲ μᾶλλον λύπην ἐχούσῃ καὶ μεταμέλειαν ἀποτρέπειν τῶν τοιούτων ἐγχειρημάτων·
因为剥夺给予孩子生命的人的生命被认为是不公正的,而应当通过带有悲痛和悔恨的告诫来阻止此类行径。
§1.77.8κατὰ δὲ τῶν τέκνων τῶν γονεῖς φονευσάντων τιμωρίαν ἐξηλλαγμένην ἔθηκαν· ἔδει γὰρ τοὺς καταδικασθέντας ἐπὶ τούτοις καλάμοις ὀξέσι δακτυλιαῖα μέρη τοῦ σώματος κατατμηθέντας ἐπʼ ἀκάνθαις κατακάεσθαι ζῶντας·
相反,对于杀死父母的子女,他们制定了极严厉的惩罚:凡因此罪被判刑的人,必须用锋利的芦苇将其身体切下手指大小的碎块,然后在荆棘上活活烧死。
μέγιστον τῶν ἐν ἀνθρώποις ἀδικημάτων κρίνοντες τὸ βιαίως τὸ ζῆν ἀφαιρεῖσθαι τῶν τὴν ζωὴν αὐτοῖς δεδωκότων.
因为他们判定,在人类的所有罪行中,最严重的就是暴力夺去给予他们生命之人的生命。
§1.77.9τῶν δὲ γυναικῶν τῶν καταδικασθεισῶν θανάτῳ τὰς ἐγκύους μὴ θανατοῦσθαι πρὶν ἂν τέκωσι.
在被判处死刑的妇女中,怀有身孕的妇女在生产前不得处死。
καὶ τοῦτο τὸ νόμιμον πολλοὶ καὶ τῶν Ἑλλήνων κατέδειξαν, ἡγούμενοι παντελῶς ἄδικον εἶναι τὸ μηδὲν ἀδικῆσαν τῷ ἀδικήσαντι τῆς αὐτῆς μετέχειν τιμωρίας, καὶ παρανομήματος ἑνὸς γενομένου παρὰ δυοῖν λαμβάνειν τὸ πρόστιμον, πρὸς δὲ τούτοις κατὰ προαίρεσιν πονηρὰν συντελεσθέντος τοῦ ἀδικήματος τὸ μηδεμίαν πω σύνεσιν ἔχον ὑπὸ τὴν ὁμοίαν ἄγειν κόλασιν, τὸ δὲ πάντων μέγιστον, ὅτι ταῖς κυούσαις ἰδίᾳ τῆς αἰτίας ἐπενηνεγμένης οὐδαμῶς προσήκει τὸ κοινὸν πατρὸς καὶ μητρὸς τέκνον ἀναιρεῖσθαι·
这一法令许多希腊人也予以采纳,他们认为让毫无过错者与犯罪者承受相同的惩罚是完全不公正的;而且,在一项罪行发生时,从两个人身上索取惩罚也是不公的;此外,当罪行是根据邪恶的意图完成时,将尚无任何理解力的生命带入同样的惩罚也是不公的;而最重要的一点是,既然罪责是单独针对孕妇提出的,那么父母共同的孩子绝不适宜被消灭。
§1.77.10ἐπʼ ἴσης γὰρ ἄν τις φαύλους διαλάβοι κριτὰς τούς τε τὸν ἔνοχον τῷ φόνῳ σώζοντας καὶ τοὺς τὸ μηδὲν ὅλως ἀδικῆσαν συναναιροῦντας.
因为人们同样会认为,宽免谋杀罪人的人与将毫无过错者一同消灭的人,都是同样恶劣的法官。
§1.77.11τῶν μὲν οὖν φονικῶν νόμων οἱ μάλιστα δοκοῦντες ἐπιτετεῦχθαι τοιοῦτοί τινες ἦσαν.
在有关杀人的法律中,最被认为制定得成功的法律大致就是这些。