§1.75.1περὶ δὲ τὰς κρίσεις οὐ τὴν τυχοῦσαν ἐποιοῦντο σπουδήν, ἡγούμενοι τὰς ἐν τοῖς δικαστηρίοις ἀποφάσεις μεγίστην ῥοπὴν τῷ κοινῷ βίῳ φέρειν πρὸς ἀμφότερα.
至于裁判,他们付出了非同寻常的热忱,因为他们认为法庭上的判决对共同体生活在两个方向上都具有最大的影响力。
§1.75.2δῆλον γὰρ ἦν ὅτι τῶν μὲν παρανομούντων κολαζομένων, τῶν δʼ ἀδικουμένων βοηθείας τυγχανόντων, ἀρίστη διόρθωσις ἔσται τῶν ἁμαρτημάτων· εἰ δʼ ὁ φόβος ὁ γινόμενος ἐκ τῶν κρίσεων τοῖς παρανομοῦσιν ἀνατρέποιτο χρήμασιν ἢ χάρισιν, ἐσομένην ἑώρων τοῦ κοινοῦ βίου σύγχυσιν.
因为显而易见,如果违法者受到惩罚,受害者得到救助,那么过错将得到最好的纠正;但如果违法者对裁判所产生的畏惧被金钱或恩惠所推翻,他们预见到共同体生活将陷入混乱。
§1.75.3διόπερ ἐκ τῶν ἐπιφανεστάτων πόλεων τοὺς ἀρίστους ἄνδρας ἀποδεικνύντες δικαστὰς κοινοὺς οὐκ ἀπετύγχανον τῆς προαιρέσεως.
因此,通过从最著名的城市中选出最优秀的人担任共同法官,他们没有偏离自己的初衷。
ἐξ Ἡλίου γὰρ πόλεως καὶ Θηβῶν καὶ Μέμφεως δέκα δικαστὰς ἐξ ἑκάστης προέκρινον· καὶ τοῦτο τὸ συνέδριον οὐκ ἐδόκει λείπεσθαι τῶν Ἀθήνησιν Ἀρεοπαγιτῶν ἢ τῶν παρὰ Λακεδαιμονίοις γερόντων.
因为他们从赫利奥波利斯、底比斯和孟菲斯各预选了十名法官;这个委员会被认为不亚于雅典的阿雷奥帕古斯议员或拉刻代蒙人的长老。
§1.75.4ἐπεὶ δὲ συνέλθοιεν οἱ τριάκοντα, ἐπέκρινον ἐξ ἑαυτῶν ἕνα τὸν ἄριστον, καὶ τοῦτον μὲν ἀρχιδικαστὴν καθίσταντο, εἰς δὲ τὸ τούτου τόπον ἀπέστελλεν ἡ πόλις ἕτερον δικαστήν.
当这三十人聚集在一起时,他们从他们自己中选出最优秀的一位,并任命他为首席法官,而该城市则派遣另一名法官来接替他的位置。
συντάξεις δὲ τῶν ἀναγκαίων παρὰ τοῦ βασιλέως τοῖς μὲν δικασταῖς ἱκαναὶ πρὸς διατροφὴν ἐχορηγοῦντο, τῷ δʼ ἀρχιδικαστῇ πολλαπλάσιοι.
国王向法官们提供了充足的必需品补贴以维持生活,而给首席法官的则是其数倍。
§1.75.5ἐφόρει δʼ οὗτος περὶ τὸν τράχηλον ἐκ χρυσῆς ἁλύσεως ἠρτημένον ζῴδιον τῶν πολυτελῶν λίθων, ὃ προσηγόρευον ἀλήθειαν.
首席法官的颈项上戴着一个由金链悬挂的、用珍贵宝石制成的小雕像,他们称之为“真理”。
τῶν δʼ ἀμφισβητήσεων ἤρχοντο ἐπειδὰν τὴν τῆς ἀληθείας εἰκόνα ὁ ἀρχιδικαστὴς πρόσθοιτο.
每当首席法官戴上真理的雕像时,他们便开始审理争端。
§1.75.6τῶν δὲ πάντων νόμων ἐν βιβλίοις ὀκτὼ γεγραμμένων, καὶ τούτων παρακειμένων τοῖς δικασταῖς, ἔθος ἦν τὸν μὲν κατήγορον γράψαι καθʼ ἓν ὧν ἐνεκάλει καὶ πῶς γέγονε καὶ τὴν ἀξίαν τοῦ ἀδικήματος ἢ τῆς βλάβης, τὸν ἀπολογούμενον δὲ λαβόντα τὸ χρηματισθὲν ὑπὸ τῶν ἀντιδίκων ἀντιγράψαι πρὸς ἕκαστον ὡς οὐκ ἔπραξεν ἢ πράξας οὐκ ἠδίκησεν ἢ ἀδικήσας ἐλάττονος ζημίας ἄξιός ἐστι τυχεῖν.
在所有法律都被写在八卷书里、且这些书就摆在法官们面前的情况下,习惯是由原告就他所指控的每一项内容、发生的过程以及罪行或损害的评估价值写下书面诉状;而被告则在收到对手提交的文书后,针对每一项内容写回反诉,声明他没有做,或者即使做了也没有犯法,或者即使犯了法也理应获得较轻的惩罚。
§1.75.7ἔπειτα νόμιμον ἦν τὸν κατήγορον ἀντιγράψαι καὶ πάλιν τὸν ἀπολογούμενον ἀντιθεῖναι.
随后,法律规定由原告进行书面答复,被告再进行书面反驳。
ἀμφοτέρων δὲ τῶν ἀντιδίκων τὰ γεγραμμένα δὶς τοῖς δικασταῖς δόντων, τὸ τηνικαῦτʼ ἔδει τοὺς μὲν τριάκοντα τὰς γνώμας ἐν ἀλλήλοις ἀποφαίνεσθαι, τὸν ἀρχιδικαστὴν δὲ τὸ ζῴδιον τῆς ἀληθείας προστίθεσθαι τῇ ἑτέρᾳ τῶν ἀμφισβητήσεων.
当双方诉讼当事人将书面材料两次呈交给法官时,这时,三十名法官必须在他们彼此之间发表意见,而首席法官必须将真理的小雕像贴向双方争端中的一方。