§1.71.1παραδόξου δʼ εἶναι δοκοῦντος τοῦ μὴ πᾶσαν ἔχειν ἐξουσίαν τὸν βασιλέα τῆς καθʼ ἡμέραν τροφῆς, πολλῷ θαυμασιώτερον ἦν τὸ μήτε δικάζειν μήτε χρηματίζειν τὸ τυχὸν αὐτοῖς ἐξεῖναι, μηδὲ τιμωρήσασθαι μηδένα διʼ ὕβριν ἢ διὰ θυμὸν ἤ τινα ἄλλην αἰτίαν ἄδικον, ἀλλὰ καθάπερ οἱ περὶ ἑκάστων κείμενοι νόμοι προσέταττον.
虽然国王对每日的饮食没有全部的决定权这一点显得有些奇异,但更令人惊异得多的是,他们不被允许任意地进行审判或处理公政事务,也不允许因傲慢、愤怒或任何其他不当的原因去惩罚任何人,而必须完全按照针对各项研究所制定的法律所规定的那样去做。
§1.71.2ταῦτα δὲ κατὰ τὸ ἔθος πράττοντες οὐχ ὅπως ἠγανάκτουν ἢ προσέκοπτον ταῖς ψυχαῖς, ἀλλὰ τοὐναντίον ἡγοῦντο ἑαυτοὺς ζῆν βίον μακαριώτατον·
他们按照习惯履行这些职责,不仅在心灵上毫无怨言或反感,反而认为自己过着最幸福的生活。
§1.71.3τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἐνόμιζον ἀλογίστως τοῖς φυσικοῖς πάθεσι χαριζομένους πολλὰ πράττειν τῶν φερόντων βλάβας ἢ κινδύνους, καὶ πολλάκις ἐνίους εἰδότας ὅτι μέλλουσιν ἁμαρτάνειν μηδὲν ἧττον πράττειν τὰ φαῦλα, κατισχυομένους ὑπʼ ἔρωτος ἢ μίσους ἤ τινος ἑτέρου πάθους, ἑαυτοὺς δʼ ἐζηλωκότας βίον τὸν ὑπὸ τῶν φρονιμωτάτων ἀνδρῶν προκεκριμένον ἐλαχίστοις περιπίπτειν ἀγνοήμασι.
因为他们认为,其他人在没有理性的情况下放纵于自然的激情,做了许多带来伤害或危险的事,而且往往有些人即使明知自己将要犯错,却仍旧做出卑劣的行径,被爱欲、仇恨或某种其他激情所压倒;而他们自己由于向往由最明智的人所选定生活方式,因而落入极少误区。
§1.71.4τοιαύτῃ δὲ χρωμένων τῶν βασιλέων δικαιοσύνῃ πρὸς ὑποτεταγμένους, τὰ πλήθη ταῖς εἰς τοὺς ἡγουμένους εὐνοίαις πᾶσαν συγγενικὴν φιλοστοργίαν ὑπερεβάλλετο οὐ γὰρ μόνον τὸ σύστημα τῶν ἱερέων, ἀλλὰ καὶ συλλήβδην ἅπαντες οἱ κατʼ Αἴγυπτον οὐχ οὕτω γυναικῶν καὶ τέκνων καὶ τῶν ἄλλων τῶν ὑπαρχόντων αὐτοῖς ἀγαθῶν ἐφρόντιζον ὡς τῆς τῶν βασιλέων ἀσφαλείας.
由于国王们对臣民实行了这样的正义,民众对统治者的善意便超越了所有亲属间的挚爱;因为不仅是祭司团体,而且总的来说,全埃及的所有人对自己的妻子、儿女以及拥有的其他福泽的关心,都比不上对国王人身安全的关心。
§1.71.5τοιγαροῦν πλεῖστον μὲν χρόνον τῶν μνημονευομένων βασιλέων πολιτικὴν κατάστασιν ἐτήρησαν, εὐδαιμονέστατον δὲ βίον ἔχοντες διετέλεσαν, ἕως ἔμεινεν ἡ προειρημένη τῶν νόμων σύνταξις, πρὸς δὲ τούτοις ἐθνῶν τε πλείστων ἐπεκράτησαν καὶ μεγίστους πλούτους ἔσχον, καὶ τὰς μὲν χώρας ἔργοις καὶ κατασκευάσμασιν ἀνυπερβλήτοις, τὰς δὲ πόλεις ἀναθήμασι πολυτελέσι καὶ παντοίοις ἐκόσμησαν.
因此,在有记载的君主中,他们维持政治体制的时间最长,并且只要上述法律体系依然存在,他们就一直过着最幸福的生活;此外,他们还征服了极多的民族,占有了极大的财富,用无与伦比的工程和设施装饰了国土,用奢华和各种各样的献纳物装饰了城市。