§1.70.1πρῶτον μὲν τοίνυν οἱ βασιλεῖς αὐτῶν βίον εἶχον οὐχ ὅμοιον τοῖς ἄλλοις τοῖς ἐν μοναρχικαῖς ἐξουσίαις οὖσι καὶ πάντα πράττουσι κατὰ τὴν ἑαυτῶν προαίρεσιν ἀνυπευθύνως, ἀλλʼ ἦν ἅπαντα τεταγμένα νόμων ἐπιταγαῖς, οὐ μόνον τὰ περὶ τοὺς χρηματισμούς, ἀλλὰ καὶ τὰ περὶ τὴν καθʼ ἡμέραν διαγωγὴν καὶ δίαιταν.
首先,他们国王的生活不同于其他处于君主权力之中、凡事皆凭己意且不承担责任的人。 相反,不仅是关于公政事务,连关于每日的起居和饮食,一切都由法律的条文规定。
§1.70.2περὶ μὲν γὰρ τὴν θεραπείαν αὐτῶν οὐδεὶς ἦν οὔτʼ ἀργυρώνητος οὔτʼ οἰκογενὴς δοῦλος, ἀλλὰ τῶν ἐπιφανεστάτων ἱερέων υἱοὶ πάντες, ὑπὲρ εἴκοσι μὲν ἔτη γεγονότες, πεπαιδευμένοι δὲ κάλλιστα τῶν ὁμοεθνῶν, ἵνα τοὺς ἐπιμελησομένους τοῦ σώματος καὶ πᾶσαν ἡμέραν καὶ νύκτα προσεδρεύοντας ὁ βασιλεὺς ἔχων ἀρίστους μηδὲν ἐπιτηδεύῃ φαῦλον· οὐδεὶς γὰρ ἐπὶ πλέον κακίας προβαίνει δυνάστης, ἐὰν μὴ τοὺς ὑπηρετήσοντας ἔχῃ ταῖς ἐπιθυμίαις.
因为关于侍奉他们的人,既没有花钱买来的奴隶,也没有家生奴隶,而全是最显赫祭司的儿子,年龄在二十岁以上,在同胞中受过最好的教育;这是为了让国王在身边有最优秀的人照顾他的身体、且日夜侍奉,从而不做出任何卑劣的事;因为如果没有人迎合其欲望,任何统治者都不会在邪恶的道路上走得更远。
§1.70.3διατεταγμέναι δʼ ἦσαν αἵ τε τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὧραι, καθʼ ἃς ἐκ παντὸς τρόπου καθῆκον ἦν τὸν βασιλέα πράττειν τὸ συντεταγμένον, οὐ τὸ δεδογμένον ἑαυτῷ.
白昼和黑夜的时辰也都经过了规定,在这些时辰里,国王必须以各种方式去做被规定的事,而不是做他自己决定的事。
§1.70.4ἕωθεν μὲν γὰρ ἐγερθέντα λαβεῖν αὐτὸν ἔδει πρῶτον τὰς πανταχόθεν ἀπεσταλμένας ἐπιστολάς, ἵνα δύνηται πάντα κατὰ τρόπον χρηματίζειν καὶ πράττειν, εἰδὼς ἀκριβῶς ἕκαστα τῶν κατὰ τὴν βασιλείαν συντελουμένων· ἔπειτα λουσάμενον καὶ τοῖς τῆς ἀρχῆς συσσήμοις μετʼ ἐσθῆτος λαμπρᾶς κοσμήσαντα τὸ σῶμα §1.70.5θῦσαι τοῖς θεοῖς.
因为他清晨醒来后,首先需要接收从各地送来的信件,以便能够准确知晓王国里发生的一点一滴,从而妥善地处理和进行所有的公政事务;然后沐浴,穿上华丽的衣服,用王权的标志装饰身体,祭祀神明。
τῷ τε βωμῷ προσαχθέντων τῶν θυμάτων ἔθος ἦν τὸν ἀρχιερέα στάντα πλησίον τοῦ βασιλέως εὔχεσθαι μεγάλῃ τῇ φωνῇ, περιεστῶτος τοῦ πλήθους τῶν Αἰγυπτίων, δοῦναι τήν τε ὑγίειαν καὶ τἄλλα ἀγαθὰ πάντα τῷ βασιλεῖ διατηροῦντι τὰ πρὸς τοὺς ὑποτεταγμένους δίκαια.
当祭品被带到祭坛前时,习惯是由大祭司站在国王身旁,在大群埃及人环绕之中,大声祈祷,求神赐予那对臣民坚守正义的国王健康和所有其他福泽。
§1.70.6ἀνθομολογεῖσθαι δʼ ἦν ἀναγκαῖον καὶ τὰς κατὰ μέρος ἀρετὰς αὐτοῦ, λέγοντα διότι πρός τε τοὺς θεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς ἀνθρώπους ἡμερώτατα διάκειται· ἐγκρατής τε γάρ ἐστι καὶ δίκαιος καὶ μεγαλόψυχος, ἔτι δʼ ἀψευδὴς καὶ μεταδοτικὸς τῶν ἀγαθῶν καὶ καθόλου πάσης ἐπιθυμίας κρείττων, καὶ τὰς μὲν τιμωρίας ἐλάττους τῆς ἀξίας ἐπιτιθεὶς τοῖς ἁμαρτήμασι, τὰς δὲ χάριτας μείζονας τῆς εὐεργεσίας ἀποδιδοὺς τοῖς εὐεργετήσασι.
大祭司还必须一一列举国王的品德,说他对神虔诚,对人极为温和;因为他克己、公正、大度,而且诚实、乐于分享善物,总的来说战胜了一切欲望;他对过错施加轻于其应得的惩罚,对施恩者则回报大于其恩惠的恩赏。
§1.70.7πολλὰ δὲ καὶ ἄλλα παραπλήσια τούτοις διελθὼν ὁ κατευχόμενος τὸ τελευταῖον ὑπὲρ τῶν ἀγνοουμένων ἀρὰν ἐποιεῖτο, τὸν μὲν βασιλέα τῶν ἐγκλημάτων ἐξαιρούμενος, εἰς δὲ τοὺς ὑπηρετοῦντας καὶ διδάξαντας τὰ φαῦλα καὶ τὴν βλάβην καὶ τὴν τιμωρίαν ἀξιῶν ἀποσκῆψαι.
祈祷者在讲述了许多其他类似的事情之后,最后针对因无知而犯下的过错发出了诅咒,使国王免于非难,而要求将损害和惩罚降在那些侍奉他并教唆他做坏事的人身上。
§1.70.8ταῦτα δʼ ἔπραττεν ἅμα μὲν εἰς δεισιδαιμονίαν καὶ θεοφιλῆ βίον τὸν βασιλέα προτρεπόμενος, ἅμα δὲ καὶ κατὰ τρόπον ζῆν ἐθίζων οὐ διὰ πικρᾶς νουθετήσεως, ἀλλὰ διʼ ἐπαίνων κεχαρισμένων καὶ πρὸς ἀρετὴν μάλιστʼ ἀνηκόντων.
他这样做,一方面是引导国王敬畏神明并过上神所喜爱的生活,另一方面也是让国王习惯于以妥当的方式生活,不通过刺耳的告诫,而是通过令人愉悦且最有助于美德的赞美。
§1.70.9μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἱεροσκοπησαμένου μόσχῳ καὶ καλλιερήσαντος, ὁ μὲν ἱερογραμματεὺς παρανεγίνωσκέ τινας συμβουλίας συμφερούσας καὶ πράξεις ἐκ τῶν ἱερῶν βίβλων τῶν ἐπιφανεστάτων ἀνδρῶν, ὅπως ὁ τῶν ὅλων τὴν ἡγεμονίαν ἔχων τὰς καλλίστας προαιρέσεις τῇ διανοίᾳ θεωρήσας οὕτω πρὸς τὴν τεταγμένην τῶν κατὰ μέρος τρέπηται διοίκησιν.
在此之后,当国王用小牛进行内脏占卜并获得吉兆时,神圣书记官便从最杰出人物的圣书中朗读一些有益的建议和事迹,以便这位拥有万物统治权的人在思想中观照最崇高的志向,从而转向对具体政务的既定管理。
§1.70.10οὐ γὰρ μόνον τοῦ χρηματίζειν ἢ κρίνειν ἦν καιρὸς ὡρισμένος, ἀλλὰ καὶ τοῦ περιπατῆσαι καὶ λούσασθαι καὶ κοιμηθῆναι μετὰ τῆς γυναικὸς καὶ καθόλου τῶν κατὰ τὸν βίον πραττομένων ἁπάντων.
因为不仅处理政务和审判有规定的时间,而且散步、沐浴、与妻子同房,以及总的来说生活中的所有行为,都有规定的时间。
§1.70.11τροφαῖς δʼ ἔθος ἦν αὐτοῖς ἁπαλαῖς χρῆσθαι, κρέα μὲν μόσχων καὶ χηνῶν μόνων προσφερομένους, οἴνου δὲ τακτόν τι μέτρον πίνοντας μὴ δυνάμενον πλησμονὴν ἄκαιρον ἢ μέθην περιποιῆσαι.
在食物方面,他们习惯于吃简单的食物,只食用小牛和鹅的肉,饮用一定限量的葡萄酒,该酒量不足以引起不合时宜的过饱或醉酒。
§1.70.12καθόλου δὲ τὰ περὶ τὴν δίαιταν οὕτως ὑπῆρχε συμμέτρως διατεταγμένα ὥστε δοκεῖν μὴ νομοθέτην, ἀλλὰ τὸν ἄριστον τῶν ἰατρῶν συντεταχέναι τῆς ὑγιείας στοχαζόμενον.
总的来说,关于饮食的事宜是如此适度地规定的,以至于人们会觉得这不是由立法者,而是由最优秀的医生以健康为目标而制定的。