Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.69.1-1.69.7

转向埃及的制度风俗与希腊先贤之考察

第 70 段,共 406 段 · 希腊语

内容简介

作者从埃及国王的历史叙述过渡到对其法律和制度的介绍。他指出,埃及的智慧吸引了希腊的贤哲,并表明自己将基于祭司的准确记录而非虚构的神话进行写作。

§1.69.1ἐπεὶ δὲ τὰς τῶν ἐν Αἰγύπτῳ βασιλέων πράξεις ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων διεληλύθαμεν ἀρκοῦντως μέχρι τῆς Ἀμάσιδος τελευτῆς, τὰς λοιπὰς ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις· §1.69.2περὶ δὲ τῶν νομίμων τῶν κατʼ Αἴγυπτον νῦν διέξιμεν ἐν κεφαλαίοις τά τε παραδοξότατα καὶ τὰ μάλιστα ὠφελῆσαι δυνάμενα τοὺς ἀναγινώσκοντας.
由于我们已经充分叙述了从最古老的时代到阿马西斯去世为止的埃及国王的事迹,其余的事迹我们将在适当的时期予以记述;关于埃及的法律制度,我们现在将概要叙述其中最奇异且最能使读者获益的部分。
πολλὰ γὰρ τῶν παλαιῶν ἐθῶν τῶν γενομένων παρʼ Αἰγυπτίοις οὐ μόνον παρὰ τοῖς ἐγχωρίοις ἀποδοχῆς ἔτυχεν, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν οὐ μετρίως ἐθαυμάσθη· §1.69.3διόπερ οἱ μέγιστοι τῶν ἐν παιδείᾳ δοξασθέντων ἐφιλοτιμήθησαν εἰς Αἴγυπτον παραβαλεῖν, ἵνα μετάσχωσι τῶν τε νόμων καὶ τῶν ἐπιτηδευμάτων ὡς ἀξιολόγων ὄντων.
因为在埃及人中产生的许多古老习俗不仅得到了当地人的认可,而且也在希腊人中受到了极大的赞赏;因此,在教化上最享盛名的人都竞相前往埃及,以便分享其法律和制度,视其为极具价值之物。
§1.69.4καίπερ γὰρ τῆς χώρας τὸ παλαιὸν δυσεπιβάτου τοῖς ξένοις οὔσης διὰ τὰς προειρημένας αἰτίας, ὅμως ἔσπευσαν εἰς αὐτὴν παραβαλεῖν τῶν μὲν ἀρχαιοτάτων Ὀρφεὺς καὶ ὁ ποιητὴς Ὅμηρος, τῶν δὲ μεταγενεστέρων ἄλλοι τε πλείους καὶ Πυθαγόρας ὁ Σάμιος, ἔτι δὲ Σόλων ὁ νομοθέτης.
尽管古时该国因上述原因而对外国人而言难以进入,但最古老的人中如奥菲斯和诗人荷马,以及后世人中如萨摩斯的毕达哥拉斯等更多的人,还有立法者梭伦,依然争相前往该国。
§1.69.5λέγουσι τοίνυν Αἰγύπτιοι παρʼ αὑτοῖς τήν τε τῶν γραμμάτων εὕρεσιν γενέσθαι καὶ τὴν τῶν ἄστρων παρατήρησιν, πρὸς δὲ τούτοις τά τε κατὰ τὴν γεωμετρίαν θεωρήματα καὶ τῶν τεχνῶν τὰς πλείστας εὑρεθῆναι, νόμους τε τοὺς ἀρίστους τεθῆναι.
埃及人说,在他们那里发明了文字并进行了星象观测,此外还发现了几何学定理和大部分技艺,并制定了最好的法律。
§1.69.6καὶ τούτων μεγίστην ἀπόδειξίν φασιν εἶναι τὸ τῆς Αἰγύπτου πλείω τῶν ἑπτακοσίων καὶ τετρακισχιλίων ἐτῶν βασιλεῦσαι τοὺς πλείους ἐγγενεῖς καὶ τὴν χώραν εὐδαιμονεστάτην ὑπάρξαι τῆς ἁπάσης οἰκουμένης· ταῦτα γὰρ οὐκ ἄν ποτε γενέσθαι μὴ οὐ τῶν ἀνθρώπων χρωμένων κρατίστοις ἔθεσι καὶ νόμοις καὶ τοῖς κατὰ πᾶσαν παιδείαν ἐπιτηδεύμασιν.
他们说,这些事情的最大证据在于,在长达四千七百多年的时间里,大部分是由本地国王统治埃及,且该国曾是整个有人居住的世界中最繁荣的;因为如果人们没有采用最优秀的习俗、法律以及所有涉及教化的制度,这些事情是绝不可能发生的。
§1.69.7ὅσα μὲν οὖν Ἡρόδοτος καί τινες τῶν τὰς Αἰγυπτίων πράξεις συνταξαμένων ἐσχεδιάκασιν, ἑκουσίως προκρίναντες τῆς ἀληθείας τὸ παραδοξολογεῖν καὶ μύθους πλάττειν ψυχαγωγίας ἕνεκα, παρήσομεν, αὐτὰ δὲ τὰ παρὰ τοῖς ἱερεῦσι τοῖς κατʼ Αἴγυπτον ἐν ταῖς ἀναγραφαῖς γεγραμμένα φιλοτίμως ἐξητακότες ἐκθησόμεθα.
因此,凡是希罗多德以及某些撰写埃及史的人出于娱乐目的,故意选择讲奇闻异事和虚构神话而胜过真实,从而随手胡诌出来的那些事情,我们都将置之不理,而我们将把在埃及祭司那里的记录中写下的事实本身,在悉心考证后予以阐明。

词汇与语法注释

  1. 1.69.3ὡς ἀξιολόγων ὄντων — 带有连词 ὡς 的属格独立分词(ὄντων)。该结构表示主观原因或行动主体(此指渴望访问的人们)的意图与认知,意为“认为它们是值得关注的”。
  2. 1.69.6μὴ οὐ τῶν ἀνθρώπων χρωμένων — 在主句是否定句(οὐκ ἄν ποτε γενέσθαι)的情况下,μὴ οὐ 与属格独立分词(χρωμένων)结合。它表示否定条件(“除非人们使用……”),在双重否定下起到强烈的必要条件作用。
  3. 1.69.7ὅσα μὲν οὖν Ἡρόδοτος ... παρήσομεν — 句首以 ὅσα 开始的整个关系从句,作为主句动词 παρή生活ον(“我们将置之不理”)的直接宾语(宾格)。句子的骨架是通过 μέν 和 δέ 形成对照:“ὅσα μὲν ... παρήσομεν, αὐτὰ δὲ ... ἐκθησόμεθα”(一方面我们将省去这些事,另一方面我们将阐明事实本身)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.69.1-1.69.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.69.1-1.69.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。