Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.68.1-1.68.6

阿普里埃斯遭叛与阿马西斯的统治

第 69 段,共 406 段 · 希腊语

内容简介

记述阿普里埃斯国王的对外远征及随后的叛乱,以及继位为王的阿马西斯的统治与功绩。

§1.68.1μετὰ δὲ Ψαμμήτιχον ὕστερον τέτταρσι γενεαῖς Ἀπρίης ἐβασίλευσεν ἔτη δυσὶ πλείω τῶν εἴκοσι.
在普萨美提科斯之后,过了四代人,阿普里埃斯即位,统治了二十二年。
στρατεύσας δὲ δυνάμεσιν ἁδραῖς πεζαῖς τε καὶ ναυτικαῖς ἐπὶ Κύπρον καὶ Φοινίκην Σιδῶνα μὲν κατὰ κράτος εἷλε, τὰς δʼ ἄλλας τὰς ἐν τῇ Φοινίκῃ πόλεις καταπληξάμενος προσηγάγετο·
他率领强大的陆海军对塞浦路斯和腓尼基发动远征,攻占了西顿,并威慑、降服了腓尼基的其他城市。
ἐνίκησε δὲ καὶ ναυμαχίᾳ μεγάλῃ Φοίνικάς τε καὶ Κυπρίους, καὶ λαφύρων ἀθροίσας πλῆθος ἐπανῆλθεν εἰς Αἴγυπτον.
他还在一场大型海战中击败了腓尼基人和塞浦路斯人,并收集了大量战利品后返回埃及。
§1.68.2μετὰ δὲ ταῦτα δύναμιν πέμψας ἁδρὰν τῶν ὁμοεθνῶν ἐπὶ Κυρήνην καὶ Βάρκην, καὶ τὸ πλεῖστον αὐτῆς ἀποβαλών, ἀλλοτρίους ἔσχε τοὺς διασωθέντας·
此后,他派出一支由同胞组成的强大军队前往基rene和巴尔卡,但损失了其中大部分人,从而使幸存者对他产生了敌意。
ὑπολαβόντες γὰρ αὐτὸν ἐπʼ ἀπωλείᾳ συντάξαι τὴν στρατείαν, ὅπως ἀσφαλέστερον ἄρχῃ τῶν λοιπῶν Αἰγυπτίων, ἀπέστησαν.
因为他们怀疑国王是为了消灭他们才策划了这次远征,以便更安全地统治其余的埃及人,于是便反叛了。
§1.68.3ἀποσταλεὶς δὲ πρὸς τούτους ὑπὸ τοῦ βασιλέως Ἄμασις, ἀνὴρ ἐμφανὴς Αἰγύπτιος, τῶν μὲν ῥηθέντων ὑπʼ αὐτοῦ πρὸς ὁμόνοιαν ἠμέλησε, τοὐναντίον δʼ ἐκείνους προτρεψάμενος εἰς ἀλλοτριότητα συναπέστη καὶ βασιλεὺς αὐτὸς ᾑρέθη.
国王派遣埃及显贵阿马西斯前去游说他们,但他却无视了为了谋求和解而该说的话,反而唆使他们对立,并一同反叛,自己也被推选为国王。
§1.68.4μετʼ οὐ πολὺν δὲ χρόνον καὶ τῶν ἄλλων ἐγχωρίων ἁπάντων συνεπιθεμένων, ὁ βασιλεὺς διαπορούμενος ἠναγκάσθη καταφυγεῖν ἐπὶ τοὺς μισθοφόρους, ὄντας εἰς τρισμυρίους.
不久之后,由于所有其他本地人也一同发动袭击,陷入困境的国王被迫求助于他的雇佣兵,这些雇佣兵大约有三万人。
§1.68.5γενομένης οὖν παρατάξεως περὶ τὴν Μάρειαν κώμην, καὶ τῶν Αἰγυπτίων τῇ μάχῃ κρατησάντων, ὁ μὲν Ἀπρίης ζωγρηθεὶς ἀνήχθη καὶ στραγγαλισθεὶς ἐτελεύτησεν, Ἄμασις δὲ διατάξας τὰ κατὰ τὴν βασιλείαν ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν, ἦρχε νομίμως τῶν Αἰγυπτίων καὶ μεγάλης ἐτύγχανεν ἀποδοχῆς.
于是,在马利亚村附近发生了一场会战,由于埃及人在战斗中取得了胜利,阿普里埃斯被生擒并带走,最后被绞死。 阿马西斯则按照他认为对自己有利的方式整顿了王国的事务,合法地统治埃及人,并赢得了极大的拥戴。
§1.68.6κατεστρέψατο δὲ καὶ τὰς ἐν Κύπρῳ πόλεις καὶ πολλὰ τῶν ἱερῶν ἐκόσμησεν ἀναθήμασιν ἀξιολόγοις.
他还征服了塞浦路斯的城市,并用珍贵的供品装饰了许多神殿。
βασιλεύσας δʼ ἔτη πέντε πρὸς τοῖς πεντήκοντα κατέστρεψε τὸν βίον καθʼ ὃν χρόνον Καμβύσης ὁ τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Αἴγυπτον, κατὰ τὸ τρίτον ἔτος τῆς ἑξηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Παρμενίδης Καμαριναῖος.
他统治了五十五年后,在波斯国王冈比西斯远征埃及的时期去世,这正是第六十三届奥林匹亚德的第三年,卡马里纳的巴门尼德在那届奥林匹亚德中赢得了短跑比赛的冠军。

词汇与语法注释

  1. §1.68.1ἔτη δυσὶ πλείω τῶν εἴκοσι — 与格 δυσὶ 是与比较级 πλείω 连用、表示“差异程度”的与格。因此意为“比二十年多二年”,即“二十二年”。
  2. §1.68.2ἀλλοτρίους ἔσχε τοὺς διασωθέντας — 动词 ἔσχε 带有宾语 τοὺς διασωθέντας 和作状语的形容词(表语性形容词) ἀλλοτρίους,构成双宾语或宾补结构。直译为“使幸存者处于敌对状态”,意即他招致了他们的敌意,与他们反目。
  3. ¦p.v.1.p.117¦τῶν μὲν ῥηθέντων ὑπʼ αὐτοῦ πρὸς ὁμόνοιαν — 作为动词 ἠμέλησε(意为“无视、疏忽”,支配属格)的属格宾语。介词短语 ὑπʼ αὐτοῦ(被他)指阿马西斯自身,表示他自己(作为使者)本该为了促成和解而说的话。
  4. §1.68.6ἔτη πέντε πρὸς τοῖς πεντήκοντα — 使用介词 πρὸς 伴随与格(意为“加上”)的数字表达法,“在五十之上加五”,即“五十五”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.68.1-1.68.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.68.1-1.68.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。