§1.69.1ἐπεὶ δὲ τὰς τῶν ἐν Αἰγύπτῳ βασιλέων πράξεις ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων διεληλύθαμεν ἀρκοῦντως μέχρι τῆς Ἀμάσιδος τελευτῆς, τὰς λοιπὰς ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις·
さて、私たちは最古の時代からアマシスの最期に至るまでのエジプトの王たちの業績を十分に語り終えたので、残りの業績についてはしかるべき時代において記述することにしよう。
§1.69.2περὶ δὲ τῶν νομίμων τῶν κατʼ Αἴγυπτον νῦν διέξιμεν ἐν κεφαλαίοις τά τε παραδοξότατα καὶ τὰ μάλιστα ὠφελῆσαι δυνάμενα τοὺς ἀναγινώσκοντας.
エジプトの諸制度については、ここで、読者にとって最も奇異に感じられ、また最も有益となりうる事柄を要約して詳しく論じることにする。
πολλὰ γὰρ τῶν παλαιῶν ἐθῶν τῶν γενομένων παρʼ Αἰγυπτίοις οὐ μόνον παρὰ τοῖς ἐγχωρίοις ἀποδοχῆς ἔτυχεν, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν οὐ μετρίως ἐθαυμάσθη·
というのも、エジプト人の間に生じた古い習慣の多くは、現地の人々から受け入れられただけでなく、ギリシア人からも少なからず称賛されたからである。
§1.69.3διόπερ οἱ μέγιστοι τῶν ἐν παιδείᾳ δοξασθέντων ἐφιλοτιμήθησαν εἰς Αἴγυπτον παραβαλεῖν, ἵνα μετάσχωσι τῶν τε νόμων καὶ τῶν ἐπιτηδευμάτων ὡς ἀξιολόγων ὄντων.
それゆえ、教養において最も名を馳せた人々が、それらの法律や習慣が価値あるものであるとして、それらにあずかるために競ってエジプトを訪れたのである。
§1.69.4καίπερ γὰρ τῆς χώρας τὸ παλαιὸν δυσεπιβάτου τοῖς ξένοις οὔσης διὰ τὰς προειρημένας αἰτίας, ὅμως ἔσπευσαν εἰς αὐτὴν παραβαλεῖν τῶν μὲν ἀρχαιοτάτων Ὀρφεὺς καὶ ὁ ποιητὴς Ὅμηρος, τῶν δὲ μεταγενεστέρων ἄλλοι τε πλείους καὶ Πυθαγόρας ὁ Σάμιος, ἔτι δὲ Σόλων ὁ νομοθέτης.
というのも、かつてこの国は前述の理由によって異邦人にとって近づきがたい場所であったにもかかわらず、それでもなお、最古の人々のうちからはオルフェウスや詩人ホメロスが、後代の人々のうちからはピタゴラス(サモス出身)をはじめとする多くの人々、さらには立法者ソロンまでもが、競ってこの国を訪れたからである。
§1.69.5λέγουσι τοίνυν Αἰγύπτιοι παρʼ αὑτοῖς τήν τε τῶν γραμμάτων εὕρεσιν γενέσθαι καὶ τὴν τῶν ἄστρων παρατήρησιν, πρὸς δὲ τούτοις τά τε κατὰ τὴν γεωμετρίαν θεωρήματα καὶ τῶν τεχνῶν τὰς πλείστας εὑρεθῆναι, νόμους τε τοὺς ἀρίστους τεθῆναι.
さて、エジプト人たちの主張によれば、彼らのもとで文字の発明がなされ、天体の観測が行われ、さらに幾何学の定理や技術の大部分が発見され、最良の法律が制定されたという。
§1.69.6καὶ τούτων μεγίστην ἀπόδειξίν φασιν εἶναι τὸ τῆς Αἰγύπτου πλείω τῶν ἑπτακοσίων καὶ τετρακισχιλίων ἐτῶν βασιλεῦσαι τοὺς πλείους ἐγγενεῖς καὶ τὴν χώραν εὐδαιμονεστάτην ὑπάρξαι τῆς ἁπάσης οἰκουμένης·
そして、これらのことの最大の証拠として彼らが挙げるのは、エジプトを四千七百余年もの間、その多くが地元の王たちが統治し、その国が全世界の居住地域の中で最も繁栄したということである。
ταῦτα γὰρ οὐκ ἄν ποτε γενέσθαι μὴ οὐ τῶν ἀνθρώπων χρωμένων κρατίστοις ἔθεσι καὶ νόμοις καὶ τοῖς κατὰ πᾶσαν παιδείαν ἐπιτηδεύμασιν.
なぜなら、人々が最も優れた習慣や法律、そしてあらゆる教育に関する実践を用いていなければ、このようなことは決して起こらなかったはずだからである。
§1.69.7ὅσα μὲν οὖν Ἡρόδοτος καί τινες τῶν τὰς Αἰγυπτίων πράξεις συνταξαμένων ἐσχεδιάκασιν, ἑκουσίως προκρίναντες τῆς ἀληθείας τὸ παραδοξολογεῖν καὶ μύθους πλάττειν ψυχαγωγίας ἕνεκα, παρήσομεν, αὐτὰ δὲ τὰ παρὰ τοῖς ἱερεῦσι τοῖς κατʼ Αἴγυπτον ἐν ταῖς ἀναγραφαῖς γεγραμμένα φιλοτίμως ἐξητακότες ἐκθησόμεθα.
したがって、ヘロドトスやエジプトの歴史を編纂した人々の一部が、真実よりも、娯楽のために奇異な話を語ることや神話を創作することを意図的に選んで、即興的に書き散らしたような事柄は無視することとし、エジプトの神官たちのもとで記録の中に書き留められている事柄そのものを、綿密に調査した上で提示することにしよう。