§1.66.1ἀναρχίας δὲ γενομένης κατὰ τὴν Αἴγυπτον ἐπʼ ἔτη δύο, καὶ τῶν ὄχλων εἰς ταραχὰς καὶ φόνους ἐμφυλίους τρεπομένων, ἐποιήσαντο συνωμοσίαν οἱ μέγιστοι τῶν ἡγεμόνων δώδεκα· συνεδρεύσαντες δὲ ἐν Μέμφει καὶ συνθήκας γραψάμενοι περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ πίστεως ἀνέδειξαν ἑαυτοὺς βασιλεῖς.
在埃及处于无政府状态两年、民众陷入骚乱和内讧屠杀之后,最显赫的十二位首领结成了同盟;他们在孟斐斯集会,并写下关于彼此和睦与信任的契约,宣布自己为国王。
§1.66.2ἐπʼ ἔτη δὲ πεντεκαίδεκα κατὰ τοὺς ὅρκους καὶ τὰς ὁμολογίας ἄρξαντες καὶ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν διατηρήσαντες, ἐπεβάλοντο κατασκευάσαι κοινὸν ἑαυτῶν τάφον, ἵνα καθάπερ ἐν τῷ ζῆν εὐνοοῦντες ἀλλήλοις τῶν ἴσων ἐτύγχανον τιμῶν, οὕτω καὶ μετὰ τὴν τελευτὴν ἐν ἑνὶ τόπῳ τῶν σωμάτων κειμένων τὸ κατασκευασθὲν μνῆμα κοινῇ περιέχῃ τὴν τῶν ἐνταφέντων δόξαν.
他们按照誓言和协议统治了十五年,并保持了彼此的和睦,随后着手建造一座属于他们共同的坟墓,以便像在生前他们彼此友好、享有同等荣誉一样,在死后,随着他们的遗体安置在同一个地方,所建造的陵墓也能共同包容被葬之人的荣耀。
§1.66.3εἰς ταύτην δὲ τὴν ἐπιβολὴν φιλοκαλοῦντες ἔσπευσαν ὑπερβαλέσθαι τῷ μεγέθει τῶν ἔργων ἅπαντας τοὺς πρὸ αὑτῶν.
在这一企图中,由于追求美观,他们急于在工程规模上超越前人的所有人。
ἐκλεξάμενοι γὰρ τόπον παρὰ τὸν εἴσπλουν τὸν εἰς τὴν Μοίριδος λίμνην ἐν τῇ Λιβύῃ κατεσκεύαζον τὸν τάφον ἐκ τῶν καλλίστων λίθων, καὶ τῷ μὲν σχήματι τετράγωνον ὑπεστήσαντο, τῷ δὲ μεγέθει σταδιαίαν ἑκάστην πλευράν, ταῖς δὲ γλυφαῖς καὶ ταῖς ἄλλαις χειρουργίαις ὑπερβολὴν οὐκ ἀπέλιπον τοῖς ἐπιγινομένοις.
因为他们在利比亚通往莫伊里斯湖的入口处选择了一个地方,用最美丽的石料建造了这座陵墓,在外形上设为正方形,在尺寸上每边长一斯塔德,并且在雕刻和其他手工技艺上,没有给后代留下任何超越的余地。
§1.66.4εἰσελθόντι μὲν γὰρ τὸν περίβολον οἶκος ἦν περίστυλος, ἑκάστης πλευρᾶς ἐκ τετταράκοντα κιόνων ἀναπληρουμένης, καὶ τούτου μονόλιθος ἦν ὀροφή, φάτναις διαγεγλυμμένη καὶ γραφαῖς διαφόροις πεποικιλμένη.
事实上,对于进入围墙的人来说,里面有一座列柱大厅,每边由四十根柱子构成,大厅的屋顶是一整块单体巨石,雕刻着格子图案,并装饰着各种绘画。
§1.66.5εἶχε δὲ τῆς πατρίδος τῆς ἑκάστου τῶν βασιλέων ὑπομνήματα καὶ τῶν ἱερῶν καὶ θυσιῶν τῶν ἐν αὐτῇ ταῖς καλλίσταις γραφαῖς φιλοτέχνως δεδημιουργημένα.
那里还包含着每位国王故乡的纪念物,以及其中神庙和祭祀的场景,皆以极精美的绘画艺术地创作而成。
§1.66.6καθόλου δὲ τοιαύτην τῇ πολυτελείᾳ καὶ τηλικαύτην τῷ μεγέθει τὴν ὑπόστασιν τοῦ τάφου λέγεται ποιήσασθαι τοὺς βασιλεῖς, ὥστʼ εἰ μὴ πρὸ τοῦ συντελέσαι τὴν ἐπιβολὴν κατελύθησαν, μηδεμίαν ἂν ὑπερβολὴν ἑτέροις πρὸς κατασκευὴν ἔργων ἀπολιπεῖν.
总之,据说国王们所建造的这座陵墓,在奢华程度上是如此精美,在规模上是如此宏大,以至于如果他们没有在完成这一企图之前被推翻,他们就不会给其他人留下任何在工程建设上超越他们的余地。
§1.66.7ἀρξάντων δὲ τούτων τῆς Αἰγύπτου πεντεκαίδεκα ἔτη συνέβη τὴν βασιλείαν εἰς ἕνα περιστῆναι διὰ τοιαύτας αἰτίας.
在这些人统治了埃及十五年之后,由于以下原因,王权转移到了一个人身上。
§1.66.8Ψαμμήτιχος ὁ Σαΐτης, εἷς ὢν τῶν δώδεκα βασιλέων καὶ τῶν παρὰ θάλατταν μερῶν κυριεύων, παρείχετο φορτία πᾶσι τοῖς ἐμπόροις, μάλιστα δὲ τοῖς τε Φοίνιξι καὶ τοῖς Ἕλλησι·
塞伊斯人普萨美提科斯是十二位国王之一,统治着沿海地区,他向所有的商人,特别是腓尼基人和希腊人提供商品。
§1.66.9διὰ δὲ τοιούτου τρόπου τά τε ἐκ τῆς ἰδίας χώρας λυσιτελῶς διατιθέμενος καὶ τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι φυομένων μεταλαμβάνων, οὐ μόνον εὐπορίαν εἶχε μεγάλην ἀλλὰ καὶ φιλίαν πρὸς ἔθνη καὶ δυνάστας.
通过这种方式,他不仅有利地销售了自己国家的产物,还换取了其他民族出产的物资,不仅获得了巨大的财富,还赢得了其他民族和统治者的友谊。
§1.66.10διὰ δὲ ταῦτά φασι φθονήσαντας αὐτῷ τοὺς ἄλλους βασιλεῖς πόλεμον ἐξενεγκεῖν.
据说正是由于这些原因,其他国王嫉妒他,向他发动了战争。
ἔνιοι δὲ τῶν ἀρχαίων συγγραφέων μυθολογοῦσι χρησμὸν γενέσθαι τοῖς ἡγεμόσιν, ὃς ἂν αὐτῶν ἐκ χαλκῆς φιάλης πρῶτος ἐν Μέμφει σπείσῃ τῷ θεῷ, κρατήσειν αὐτὸν πάσης τῆς Αἰγύπτου· τὸν δὲ Ψαμμήτιχον, ἐξενέγκαντος ἐκ τοῦ ἱεροῦ τῶν ἱερέων τινὸς φιάλας δώδεκα χρυσᾶς, περιελόμενον τὴν περικεφαλαίαν σπεῖσαι.
不过,一些古代历史学家传说,首领们曾得到一个神谕,他们中谁先在孟斐斯用铜杯向神献酒,谁就将统治整个埃及;而当某位祭司从神庙里拿出十二个金杯时,普萨美提科斯取下自己的头盔,用它进行了献酒。
§1.66.11ὑπιδομένους οὖν τοὺς συνάρχοντας τὸ πραχθὲν ἀποκτεῖναι μὲν αὐτὸν μὴ βουληθῆναι, φυγαδεῦσαι δὲ καὶ προστάξαι διατρίβειν ἐν τοῖς ἕλεσι τοῖς παρὰ θάλατταν.
于是,他的共同统治者们对所发生的事产生怀疑,虽然不想杀他,但将他驱逐,并命令他在沿海的沼泽地带度日。
§1.66.12εἴτε δὴ διὰ ταύτην τὴν αἰτίαν εἴτε διὰ τὸν φθόνον, καθότι προείρηται, γενομένης τῆς διαφορᾶς, ὁ μὲν Ψαμμήτιχος ἔκ τε τῆς Καρίας καὶ τῆς Ἰωνίας μισθοφόρους μεταπεμψάμενος ἐνίκησε παρατάξει περὶ πόλιν τὴν ὀνομαζομένην Μώμεμφιν, τῶν δʼ ἀντιταξαμένων βασιλέων οἱ μὲν κατὰ τὴν μάχην ἀνῃρέθησαν, οἱ δʼ εἰς Λιβύην ἐκδιωχθέντες οὐκέτι περὶ τῆς ἀρχῆς ἴσχυσαν ἀμφισβητῆσαι.
无论分歧是因为这一原因,还是如前所述由于嫉妒而产生, ¦p.v.1.p.114 普萨美提科斯从卡里亚和伊奥尼亚招募了雇佣兵,在名为莫曼菲斯的城市附近的一场决战中获胜;在反对他的国王中,有的在战斗中被杀,有的被驱逐到利比亚,再无力争夺王权。