Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.66.1-1.66.12

十二王の共同統治と迷宮の建設およびプサメティコスの単独支配

67 / 406 箇所 · ギリシア語

要旨

エジプトの無政府状態の後に十二人の王による共同統治が始まり、リビアに巨大な迷宮の共同墓が建設される。その後、交易で台頭したプサメティコスが兜での献酒を巡る神託の嫌疑で追放されるが、傭兵を率いて勝利し単独統治を確立する。

§1.66.1ἀναρχίας δὲ γενομένης κατὰ τὴν Αἴγυπτον ἐπʼ ἔτη δύο, καὶ τῶν ὄχλων εἰς ταραχὰς καὶ φόνους ἐμφυλίους τρεπομένων, ἐποιήσαντο συνωμοσίαν οἱ μέγιστοι τῶν ἡγεμόνων δώδεκα·
エジプトで二年間無政府状態が生じ、民衆が騒乱と内紛による殺戮に走る中、最も有力な十二人の指導者たちが同盟を結んだ。
συνεδρεύσαντες δὲ ἐν Μέμφει καὶ συνθήκας γραψάμενοι περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ πίστεως ἀνέδειξαν ἑαυτοὺς βασιλεῖς.
彼らはメンフィスで会合し、互いの調和と信頼に関する協定を文書に交わした上で、自分たちを王であると宣言した。
§1.66.2ἐπʼ ἔτη δὲ πεντεκαίδεκα κατὰ τοὺς ὅρκους καὶ τὰς ὁμολογίας ἄρξαντες καὶ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν διατηρήσαντες, ἐπεβάλοντο κατασκευάσαι κοινὸν ἑαυτῶν τάφον, ἵνα καθάπερ ἐν τῷ ζῆν εὐνοοῦντες ἀλλήλοις τῶν ἴσων ἐτύγχανον τιμῶν, οὕτω καὶ μετὰ τὴν τελευτὴν ἐν ἑνὶ τόπῳ τῶν σωμάτων κειμένων τὸ κατασκευασθὲν μνῆμα κοινῇ περιέχῃ τὴν τῶν ἐνταφέντων δόξαν.
彼らは十五年の間、誓約と合意に従って統治し、互いの調和を維持したが、自分たちの共同の墓を建設することに着手した。 それは、生前において互いに好意を抱き、同等の栄誉を享受していたのと同様に、死後もまた、遺体が一つの場所に置かれることで、建設された記念碑が埋葬された者たちの栄光を共に包み込むようにするためであった。
§1.66.3εἰς ταύτην δὲ τὴν ἐπιβολὴν φιλοκαλοῦντες ἔσπευσαν ὑπερβαλέσθαι τῷ μεγέθει τῶν ἔργων ἅπαντας τοὺς πρὸ αὑτῶν.
この企てにあたって美を追求した彼らは、その事業の規模において、自分たちより前のすべての人々を凌駕することに努めた。
ἐκλεξάμενοι γὰρ τόπον παρὰ τὸν εἴσπλουν τὸν εἰς τὴν Μοίριδος λίμνην ἐν τῇ Λιβύῃ κατεσκεύαζον τὸν τάφον ἐκ τῶν καλλίστων λίθων, καὶ τῷ μὲν σχήματι τετράγωνον ὑπεστήσαντο, τῷ δὲ μεγέθει σταδιαίαν ἑκάστην πλευράν, ταῖς δὲ γλυφαῖς καὶ ταῖς ἄλλαις χειρουργίαις ὑπερβολὴν οὐκ ἀπέλιπον τοῖς ἐπιγινομένοις.
というのも、彼らはリビアにあるモイリス湖への入り口の傍らに場所を選び、最も美しい石を用いてその墓を建設し、形状においては四角形とし、規模においては各辺を一スタディオンの長さとしたが、彫刻やその他の職人の技においては、後世の人々に凌駕する余地を残さなかったからである。
§1.66.4εἰσελθόντι μὲν γὰρ τὸν περίβολον οἶκος ἦν περίστυλος, ἑκάστης πλευρᾶς ἐκ τετταράκοντα κιόνων ἀναπληρουμένης, καὶ τούτου μονόλιθος ἦν ὀροφή, φάτναις διαγεγλυμμένη καὶ γραφαῖς διαφόροις πεποικιλμένη.
実際、囲壁の中に入ると、そこには列柱のある広間があり、その各辺は四十本の柱で構成され、この広間の天井は一枚岩でできており、格子模様が彫り込まれ、様々な絵画で飾られていた。
§1.66.5εἶχε δὲ τῆς πατρίδος τῆς ἑκάστου τῶν βασιλέων ὑπομνήματα καὶ τῶν ἱερῶν καὶ θυσιῶν τῶν ἐν αὐτῇ ταῖς καλλίσταις γραφαῖς φιλοτέχνως δεδημιουργημένα.
そこには、王たちめいめいの故郷の記念となるものや、その地における神殿や犠牲式が、最も美しい絵画によって芸術的に巧みに表現されていた。
§1.66.6καθόλου δὲ τοιαύτην τῇ πολυτελείᾳ καὶ τηλικαύτην τῷ μεγέθει τὴν ὑπόστασιν τοῦ τάφου λέγεται ποιήσασθαι τοὺς βασιλεῖς, ὥστʼ εἰ μὴ πρὸ τοῦ συντελέσαι τὴν ἐπιβολὴν κατελύθησαν, μηδεμίαν ἂν ὑπερβολὴν ἑτέροις πρὸς κατασκευὴν ἔργων ἀπολιπεῖν.
全体として、王たちは、その豪華さにおいてこれほど見事であり、規模においてこれほど巨大な墓の建立を行ったと言われており、もし彼らがその企てを完成させる前に打倒されなかったならば、他の人々が建造物を建設するにあたって、これを超える余地を一切残さなかったであろうと思われるほどである。
§1.66.7ἀρξάντων δὲ τούτων τῆς Αἰγύπτου πεντεκαίδεκα ἔτη συνέβη τὴν βασιλείαν εἰς ἕνα περιστῆναι διὰ τοιαύτας αἰτίας.
彼らがエジプトを十五年間統治した後、次のような原因によって、王権が一人の人間に帰することになった。
§1.66.8Ψαμμήτιχος ὁ Σαΐτης, εἷς ὢν τῶν δώδεκα βασιλέων καὶ τῶν παρὰ θάλατταν μερῶν κυριεύων, παρείχετο φορτία πᾶσι τοῖς ἐμπόροις, μάλιστα δὲ τοῖς τε Φοίνιξι καὶ τοῖς Ἕλλησι·
十二人の王の一人であり、海岸地方を支配していたサイス出身のプサメティコスは、すべての商人、とりわけフェニキア人とギリシア人に対して商品を供給していた。
§1.66.9διὰ δὲ τοιούτου τρόπου τά τε ἐκ τῆς ἰδίας χώρας λυσιτελῶς διατιθέμενος καὶ τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι φυομένων μεταλαμβάνων, οὐ μόνον εὐπορίαν εἶχε μεγάλην ἀλλὰ καὶ φιλίαν πρὸς ἔθνη καὶ δυνάστας.
そしてこのような方法によって、彼は自国の産物を有利に販売し、他国で生産されるものを手に入れることで、莫大な富を蓄えただけでなく、諸民族や君主たちとの友好関係をも築いた。
§1.66.10διὰ δὲ ταῦτά φασι φθονήσαντας αὐτῷ τοὺς ἄλλους βασιλεῖς πόλεμον ἐξενεγκεῖν.
このため、他の王たちは彼を妬んで戦争を仕掛けたと言われている。
ἔνιοι δὲ τῶν ἀρχαίων συγγραφέων μυθολογοῦσι χρησμὸν γενέσθαι τοῖς ἡγεμόσιν, ὃς ἂν αὐτῶν ἐκ χαλκῆς φιάλης πρῶτος ἐν Μέμφει σπείσῃ τῷ θεῷ, κρατήσειν αὐτὸν πάσης τῆς Αἰγύπτου· τὸν δὲ Ψαμμήτιχον, ἐξενέγκαντος ἐκ τοῦ ἱεροῦ τῶν ἱερέων τινὸς φιάλας δώδεκα χρυσᾶς, περιελόμενον τὴν περικεφαλαίαν σπεῖσαι.
しかし、古代の歴史家の中には、指導者たちに「彼らのうち、メンフィスにおいて青銅の杯から最初に神へ献酒をした者が、エジプト全土を支配するであろう」という神託が下り、ある祭司が神殿から十二個の金の杯を持ち出してきた際、プサメティコスが兜を脱いでそれで献酒をした、という逸話を語る者もいる。
§1.66.11ὑπιδομένους οὖν τοὺς συνάρχοντας τὸ πραχθὲν ἀποκτεῖναι μὲν αὐτὸν μὴ βουληθῆναι, φυγαδεῦσαι δὲ καὶ προστάξαι διατρίβειν ἐν τοῖς ἕλεσι τοῖς παρὰ θάλατταν.
そこで、共同の支配者たちはその出来事を警戒し、彼を殺害することまでは望まなかったものの、追放処分にして、海岸地方の沼地で暮らすよう命じた。
§1.66.12εἴτε δὴ διὰ ταύτην τὴν αἰτίαν εἴτε διὰ τὸν φθόνον, καθότι προείρηται, γενομένης τῆς διαφορᾶς, ὁ μὲν Ψαμμήτιχος ἔκ τε τῆς Καρίας καὶ τῆς Ἰωνίας μισθοφόρους μεταπεμψάμενος ἐνίκησε παρατάξει περὶ πόλιν τὴν ὀνομαζομένην Μώμεμφιν, τῶν δʼ ἀντιταξαμένων βασιλέων οἱ μὲν κατὰ τὴν μάχην ἀνῃρέθησαν, οἱ δʼ εἰς Λιβύην ἐκδιωχθέντες οὐκέτι περὶ τῆς ἀρχῆς ἴσχυσαν ἀμφισβητῆσαι.
この原因によるものか、あるいは前述のように嫉妬によるものかはともかく、不和が生じたとき、プサメティコスはカリアとイオニアから傭兵を召し寄せ、モメンフィスと呼ばれる都市の近くでの会戦で勝利を収め、敵対した王たちのうち、ある者は戦闘で殺害され、他の者はリビアへと追放されて、もはや支配権を争う力を失った。

語釈・文法注

  1. 1.66.4εἰσελθόντι — 与格分詞 `εἰσελθόντι` は「関与の与格」あるいは「判断者の与格」であり、道案内や地理的描写において「〜に入っていく者にとっては」という視点の移動を表す慣用的な表現である。
  2. 1.66.6ὥστʼ εἰ μὴ πρὸ τοῦ συντελέσαι τὴν ἐπιβολὴν κατελύθησαν, μηδεμίαν ἂν ὑπερβολὴν ἑτέροις πρὸς κατασκευὴν ἔργων ἀπολιπεῖν — 結果節 `ὥστε` の中に過去の反実仮想条件文が組み込まれており、帰結節の動詞が `ἄν` を伴う不定詞 `ἂν ἀπολιπεῖν`(直接法過去 `οὐκ ἂν ἀπέλιπον` に相当)になっている。条件節は `εἰ μὴ ... κατελύθησαν` である。
  3. 1.66.10ὅς ἂν αὐτῶν ἐκ χαλκῆς φιάλης πρῶτος ἐν Μέμφει σπείσῃ τῷ θεῷ, κρατήσειν αὐτὸν πάσης τῆς Αἰγύπτου — 神託(`χρησμός`)の内容を表す間接話法。関係節 `ὅς ἂν ... σπείσῃ` は条件節(将来の一般仮定:`ἄν` + 接続法)を形成し、主節(帰結)は未来不定詞 `κρατήσειν`(主語は対格 `αὐτόν`)となって全体として「〜する者が、支配することになるだろう」という神託の構造をなしている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.66.1-1.66.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.66.1-1.66.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。