§1.67.1τῆς δʼ ὅλης βασιλείας κυριεύσας ὁ Ψαμμήτιχος τῷ μὲν ἐν Μέμφει θεῷ τὸ πρὸς ἕω προπύλαιον κατεσκεύασε καὶ τῷ ναῷ τὸν περίβολον, κολοττοὺς ὑποστήσας ἀντὶ τῶν κιόνων δωδεκαπήχεις·
普萨美提科斯夺得整个王国的统治权后,为孟斐斯的神建造了朝东的前门,并为神殿建造了围墙,在此期间他设立了十二肘高的巨像来代替柱子作为支撑。
τοῖς δὲ μισθοφόροις χωρὶς τῶν ὡμολογημένων συντάξεων δωρεάς τε ἀξιολόγους ἀπένειμε καὶ τὰ καλούμενα στρατόπεδα τόπον οἰκεῖν ἔδωκε καὶ χώραν πολλὴν κατεκληρούχησε μικρὸν ἐπάνω τοῦ Πηλουσιακοῦ στόματος·
此外,对于雇佣兵,除了约定好的薪饷外,他还分发了丰厚的赏赐,并将被称为‘营地’的地方给他们居住,还在培琉希翁河口稍微靠上的地方分配了许多土地。
οὓς ἐντεῦθεν Ἄμασις ὕστερον πολλοῖς ἔτεσι βασιλεύσας ἀνέστησε καὶ κατῴκισεν εἰς Μέμφιν.
许多年以后,成为国王的阿马西斯将他们从那里迁出,安置在孟斐斯。
§1.67.2διὰ δὲ τῶν μισθοφόρων κατωρθωκὼς τὴν βασιλείαν ὁ Ψαμμήτιχος τούτοις τὸ λοιπὸν μάλιστʼ ἐνεπίστευε τὰ κατὰ τὴν ἀρχὴν καὶ διετέλεσε ξενοτροφῶν μεγάλας δυνάμεις.
普萨美提科斯凭借雇佣兵稳定了王位,此后在国家事务中对他们最为信任,并继续供养着庞大的外国军队。
§1.67.3στρατεύσαντος δʼ εἰς τὴν Συρίαν αὐτοῦ καὶ κατὰ τὰς παρατάξεις τοὺς μὲν μισθοφόρους προτιμῶντος καὶ τάττοντος εἰς τὰ δεξιὰ μέρη, τοὺς δʼ ἐγχωρίους ἀτιμότερον ἄγοντος καὶ τὸν εὐώνυμον τόπον ἀπονέμοντος τῆς φάλαγγος, οἱ μὲν Αἰγύπτιοι διὰ τὴν ὕβριν παροξυνθέντες καὶ γενόμενοι τὸ πλῆθος πλείους τῶν εἴκοσι μυριάδων ἀπέστησαν καὶ προῆγον ἐπʼ Αἰθιοπίας, κεκρικότες ἰδίαν χώραν ἑαυτοῖς κατακτᾶσθαι·
当他向叙利亚进军时,在排兵布阵中优待雇佣兵并将其部署在右翼,而对本土士兵则冷落对待、分配给他们方阵的左翼,埃及人因受到侮辱而大为愤怒,人数达到二十万以上,他们起义并向埃塞俄比亚前进,决意为自己征服一片土地。
§1.67.4ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἔπεμψέ τινας τῶν ἡγεμόνων τοὺς ἀπολογησομένους ὑπὲρ τῆς ἀτιμίας, ὡς δʼ οὐ προσεῖχον αὐτοῖς, αὐτὸς μετὰ τῶν φίλων ἐδίωξε πλοίοις.
国王起初派遣了几位将领去为那次侮辱进行辩解,但由于士兵们不予理睬,他便亲自与亲信们乘船追赶。
§1.67.5προαγόντων δʼ αὐτῶν παρὰ τὸν Νεῖλον καὶ τοὺς ὅρους ὑπερβαλλόντων τῆς Αἰγύπτου, ἐδεῖτο μετανοῆσαι καὶ τῶν τε ἱερῶν καὶ τῶν πατρίδων, ἔτι δὲ καὶ γυναικῶν καὶ τέκνων ὑπεμίμνησκεν.
当他们沿着尼罗河前进并跨越埃及国境时,国王请求他们回心转意,并提醒他们想起神殿、祖国,还有妻子和儿女。
§1.67.6οἱ δʼ ἅμα πάντες ἀναβοήσαντες καὶ τοῖς κοντοῖς τὰς ἀσπίδας πατάξαντες ἔφασαν, ἕως ἂν κυριεύωσι τῶν ὅπλων, ῥᾳδίως εὑρήσειν πατρίδας· ἀναστειλάμενοι δὲ τοὺς χιτῶνας καὶ τὰ γεννητικὰ μέρη τοῦ σώματος δείξαντες οὔτε γυναικῶν οὔτε τέκνων ἀπορήσειν ἔφασαν ταῦτʼ ἔχοντες.
但他们齐声大喊,用长矛敲击盾牌,说只要他们还握有武器,就能轻易找到祖国;接着,他们撩起衣袍,露出身体的生殖部位,声称只要拥有这些,他们就绝不会缺少妻子和儿女。
§1.67.7τοιαύτῃ δὲ μεγαλοψυχίᾳ χρησάμενοι καὶ καταφρονήσαντες τῶν παρὰ τοῖς ἄλλοις μεγίστων εἶναι δοκούντων, κατελάβοντο μὲν τῆς Αἰθιοπίας τὴν κρατίστην, κατακληρουχήσαντες δὲ πολλὴν χώραν ἐν ταύτῃ κατῴκησαν.
他们展现出如此高傲的气魄,轻视了在他人看来最重要的东西,占领了埃塞俄比亚最富庶的地方,在其中分配了许多土地并定居下来。
§1.67.8ὁ δὲ Ψαμμήτιχος ἐπὶ μὲν τούτοις οὐ μετρίως ἐλυπήθη, τὰ δὲ κατὰ τὴν Αἴγυπτον διατάξας καὶ τῶν προσόδων ἐπιμελόμενος πρός τε Ἀθηναίους καί τινας τῶν ἄλλων Ἑλλήνων συμμαχίαν ἐποιήσατο.
普萨美提科斯对此深感忧虑;但他整顿了埃及的内部事务,并掌管起财政收入,同时与雅典人以及其他一些希腊人结成了同盟。
§1.67.9εὐηργέτει δὲ καὶ τῶν ξένων τοὺς ἐθελοντὴν εἰς τὴν Αἴγυπτον ἀποδημοῦντας, καὶ φιλέλλην ὢν διαφερόντως τοὺς υἱοὺς τὴν Ἑλληνικὴν ἐδίδαξε παιδείαν· καθόλου δὲ πρῶτος τῶν κατʼ Αἴγυπτον βασιλέων ἀνέῳξε τοῖς ἄλλοις ἔθνεσι τὰ κατὰ τὴν ἄλλην χώραν ἐμπόρια καὶ πολλὴν ἀσφάλειαν τοῖς καταπλέουσι ξένοις παρείχετο.
他还优待那些自愿旅居埃及的外邦人,由于极度热爱希腊,他让自己的儿子们接受希腊式的教育;总的来说,他是埃及国王中第一个向其他民族开放国内各地商港的人,并为乘船而来的外邦人提供了极大的安全保障。
§1.67.10οἱ μὲν γὰρ πρὸ τούτου δυναστεύσαντες ἄβατον ἐποίουν τοῖς ξένοις τὴν Αἴγυπτον, τοὺς μὲν φονεύοντες, τοὺς δὲ καταδουλούμενοι τῶν καταπλεόντων.
因为在他之前执政的统治者们,对于乘船而来的外邦人,不是杀害就是奴役,从而使埃及成为他们无法涉足之地。
§1.67.11καὶ γὰρ ἡ περὶ τὸν Βούσιριν ἀσέβεια διὰ τὴν τῶν ἐγχωρίων ἀξενίαν διεβοήθη παρὰ τοῖς Ἕλλησιν, οὐκ οὖσα μὲν πρὸς ἀλήθειαν, διὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀνομίας εἰς μύθου πλάσμα καταχωρισθεῖσα.
事实上,关于布西里斯无道的事迹,也是因为当地人不欢迎外来者而在希腊人中流传开来;这并非真实发生的事,但由于其无法无天的程度太甚,因而被归入神话虚构之中。