§1.65.1μετὰ δὲ τοὺς προειρημένους βασιλεῖς διεδέξατο τὴν ἀρχὴν Βόκχορις, τῷ μὲν σώματι παντελῶς εὐκαταφρόνητος, ἀγχινοίᾳ δὲ πολὺ διαφέρων τῶν προβασιλευσάντων.
在前述的国王们之后,博克霍里斯继承了王位,他的身体虽然极其贫弱,但在聪明才智上却远胜前王。
§1.65.2πολλοῖς δʼ ὕστερον χρόνοις ἐβασίλευσε τῆς Αἰγύπτου Σαβάκων, τὸ μὲν γένος ὢν Αἰθίοψ, εὐσεβείᾳ δὲ καὶ χρηστότητι πολὺ διαφέρων τῶν πρὸ αὐτοῦ.
许多年以后,萨巴科统治了埃及,他出身于埃塞俄比亚族,但在敬虔和善良上远胜他的前任们。
§1.65.3τῆς μὲν οὖν ἐπιεικείας αὐτοῦ λάβοι τις ἂν τεκμήριον τὸ τῶν νομίμων προστίμων ἆραι τὸ μέγιστον, λέγω δὲ τὴν τοῦ ζῆν στέρησιν·
人们可以将他废除法律中最重的刑罚——我指的是剥夺生命——作为他宽大仁慈的证据。
§1.65.4ἀντὶ γὰρ τοῦ θανάτου τοὺς καταδικασθέντας ἠνάγκαζε λειτουργεῖν ταῖς πόλεσι δεδεμένους, καὶ διὰ τούτων πολλὰ μὲν χώματα κατεσκεύαζεν, οὐκ ὀλίγας δὲ διώρυχας ὤρυττεν εὐκαίρους· ὑπελάμβανε γὰρ τοῖς μὲν κολαζομένοις τὸ τῆς τιμωρίας ἀπότομον ἠλαττωκέναι, ταῖς δὲ πόλεσιν ἀντὶ προστίμων ἀνωφελῶν μεγάλην εὐχρηστίαν περιπεποιηκέναι.
因为他不用死刑,而是强迫那些被判刑的人带着锁链为各城市服劳役,并通过他们建造了许多堤坝,开挖了许多有用的运河;因为他认为,这样既减轻了受罚者刑罚的严酷,又为城市带来了极大的实用利益,以代替无益的刑罚。
§1.65.5τὴν δὲ τῆς εὐσεβείας ὑπερβολὴν συλλογίσαιτʼ ἄν τις ἐκ τῆς κατὰ τὸν ὄνειρον φαντασίας καὶ τῆς κατὰ τὴν ἀρχὴν ἀποθέσεως.
而他的极度敬虔,人们可以从他梦中的幻象以及他放弃王位中推导出来。
§1.65.6ἔδοξε μὲν γὰρ κατὰ τὸν ὕπνον λέγειν αὐτῷ τὸν ἐν Θήβαις θεὸν ὅτι βασιλεύειν οὐ δυνήσεται τῆς Αἰγύπτου μακαρίως οὐδὲ πολὺν χρόνον, ἐὰν μὴ τοὺς ἱερεῖς ἅπαντας διατεμὼν διὰ μέσων αὐτῶν διέλθῃ μετὰ τῆς θεραπείας.
因为在睡眠中,底比斯的神似乎对他说,他将无法幸福且长久地统治埃及,除非他将所有的祭司劈成两半,并率领随从从他们中间穿过。
§1.65.7πολλάκις δὲ τούτου γινομένου μεταπεμψάμενος πανταχόθεν τοὺς ἱερεῖς ἔφη λυπεῖν τὸν θεὸν ἐν τῇ χώρᾳ μένων· οὐ γὰρ ἂν αὐτῷ τοιαῦτα προστάττειν κατὰ τὸν ὕπνον.
这种情况多次发生后,他召集了各地的祭司,对他们说,自己留在这个国家使神忧伤;因为否则的话,神绝不会在梦中命令他做这样的事。
§1.65.8ἀπελθὼν οὖν βούλεσθαι καθαρὸς παντὸς μύσους ἀποδοῦναι τὸ ζῆν τῇ πεπρωμένῃ μᾶλλον ἢ λυπῶν τὸν κύριον καὶ μιάνας ἀσεβεῖ φόνῳ τὸν ἴδιον βίον ἄρχειν τῆς Αἰγύπτου· καὶ πέρας τοῖς ἐγχωρίοις ἀποδοὺς τὴν βασιλείαν ἐπανῆλθεν εἰς τὴν Αἰθιοπίαν.
因此,他说自己宁愿离去,保持不染任何污秽,将生命归于命运,也不愿通过使主忧伤并用不敬的杀戮玷污自己的一生来统治埃及;最后,他将王权归还给当地居民,返回了埃塞俄比亚。