§1.65.1μετὰ δὲ τοὺς προειρημένους βασιλεῖς διεδέξατο τὴν ἀρχὴν Βόκχορις, τῷ μὲν σώματι παντελῶς εὐκαταφρόνητος, ἀγχινοίᾳ δὲ πολὺ διαφέρων τῶν προβασιλευσάντων.
前述の王たちの後に、ボッコリスが支配権を継承したが、彼は身体においては極めて貧弱であったものの、聡明さにおいては前王たちをはるかに凌駕していた。
§1.65.2πολλοῖς δʼ ὕστερον χρόνοις ἐβασίλευσε τῆς Αἰγύπτου Σαβάκων, τὸ μὲν γένος ὢν Αἰθίοψ, εὐσεβείᾳ δὲ καὶ χρηστότητι πολὺ διαφέρων τῶν πρὸ αὐτοῦ.
それからずっと後の時代に、サバコンがエジプトの王となったが、彼は出自はエチオピア人であったものの、敬虔さと善良さにおいて、彼の前の王たちをはるかに凌駕していた。
§1.65.3τῆς μὲν οὖν ἐπιεικείας αὐτοῦ λάβοι τις ἂν τεκμήριον τὸ τῶν νομίμων προστίμων ἆραι τὸ μέγιστον, λέγω δὲ τὴν τοῦ ζῆν στέρησιν·
彼の寛大さの証拠として、人は法律上の刑罰のうちで最大のものを取り除いたこと、すなわち私が言っているのは、生命を奪うことの廃止を挙げることができるだろう。
§1.65.4ἀντὶ γὰρ τοῦ θανάτου τοὺς καταδικασθέντας ἠνάγκαζε λειτουργεῖν ταῖς πόλεσι δεδεμένους, καὶ διὰ τούτων πολλὰ μὲν χώματα κατεσκεύαζεν, οὐκ ὀλίγας δὲ διώρυχας ὤρυττεν εὐκαίρους·
というのも、死刑の代わりに、彼は有罪判決を受けた者たちに、縛られた状態で都市のために公共奉仕を行うよう強制し、彼らを通じて多くの堤防を築き、少なくない数の有用な運河を掘削させたからである。
ὑπελάμβανε γὰρ τοῖς μὲν κολαζομένοις τὸ τῆς τιμωρίας ἀπότομον ἠλαττωκέναι, ταῖς δὲ πόλεσιν ἀντὶ προστίμων ἀνωφελῶν μεγάλην εὐχρηστίαν περιπεποιηκέναι.
彼は、処罰される者たちに対しては刑罰の過酷さを和らげ、都市に対しては無益な罰の代わりに大きな便益をもたらしたと考えていたのである。
§1.65.5τὴν δὲ τῆς εὐσεβείας ὑπερβολὴν συλλογίσαιτʼ ἄν τις ἐκ τῆς κατὰ τὸν ὄνειρον φαντασίας καὶ τῆς κατὰ τὴν ἀρχὴν ἀποθέσεως.
彼の敬虔さの極みについては、夢によるお告げと、支配権の放棄から推し量ることができるだろう。
§1.65.6ἔδοξε μὲν γὰρ κατὰ τὸν ὕπνον λέγειν αὐτῷ τὸν ἐν Θήβαις θεὸν ὅτι βασιλεύειν οὐ δυνήσεται τῆς Αἰγύπτου μακαρίως οὐδὲ πολὺν χρόνον, ἐὰν μὴ τοὺς ἱερεῖς ἅπαντας διατεμὼν διὰ μέσων αὐτῶν διέλθῃ μετὰ τῆς θεραπείας.
実際、眠っている間にテーバイの神が彼に、もし彼がすべての祭司たちを真っ二つに切り裂き、従者たちを率いてその間を通り抜けないならば、幸福に、また長い間エジプトを支配することはできないだろう、と語りかけているように思われた。
§1.65.7πολλάκις δὲ τούτου γινομένου μεταπεμψάμενος πανταχόθεν τοὺς ἱερεῖς ἔφη λυπεῖν τὸν θεὸν ἐν τῇ χώρᾳ μένων·
このことが何度も起こったので、彼は各地から祭司たちを召し寄せ、自分がこの土地に留まることで神を悲しませていると言った。
οὐ γὰρ ἂν αὐτῷ τοιαῦτα προστάττειν κατὰ τὸν ὕπνον.
なぜなら、そうでなければ、神が眠っている間にこのようなことを彼に命じるはずがないからである。
§1.65.8ἀπελθὼν οὖν βούλεσθαι καθαρὸς παντὸς μύσους ἀποδοῦναι τὸ ζῆν τῇ πεπρωμένῃ μᾶλλον ἢ λυπῶν τὸν κύριον καὶ μιάνας ἀσεβεῖ φόνῳ τὸν ἴδιον βίον ἄρχειν τῆς Αἰγύπτου· καὶ πέρας τοῖς ἐγχωρίοις ἀποδοὺς τὴν βασιλείαν ἐπανῆλθεν εἰς τὴν Αἰθιοπίαν.
それゆえ、彼は立ち去って、あらゆる不浄から清い状態で、神を悲しませ不敬な殺人によって自身の生涯を汚しながらエジプトを支配するよりも、むしろ自らの命を運命に委ねることを望むと言い、最終的に現地の人々に王権を返還してエチオピアへと帰っていった。