§1.64.1τελευτήσαντος δὲ τοῦ βασιλέως τούτου διεδέξατο τὴν ἀρχὴν ὁ ἀδελφὸς Κεφρὴν καὶ ἦρξεν ἔτη ἓξ πρὸς τοῖς πεντήκοντα· ἔνιοι δέ φασιν οὐκ ἀδελφόν, ἀλλʼ υἱὸν παραλαβεῖν τὴν ἀρχήν, ὀνομαζόμενον Χαβρύην.
这位国王去世后,其兄弟凯夫伦继承了王位,并统治了五十六年;但也有人说,继承王位的不是他的兄弟,而是他的儿子,名叫哈布律伊斯。
§1.64.2συμφωνεῖται δὲ παρὰ πᾶσιν ὅτι ζηλώσας ὁ διαδεξάμενος τὴν τοῦ προβασιλεύσαντος προαίρεσιν κατεσκεύασε τὴν δευτέραν πυραμίδα, τῇ μὲν κατὰ τὴν χειρουργίαν τέχνῃ παραπλησίαν τῇ προειρημένῃ, τῷ δὲ μεγέθει πολὺ λειπομένην, ὡς ἂν τῆς ἐν τῇ βάσει πλευρᾶς ἑκάστης οὔσης σταδιαίας,
然而,所有人一致同意的是,继承者效仿前任国王的志向,建造了第二座金字塔,它在手工技艺上与前述那座非常相似,但在尺寸上却相差甚远,其底部的每一边仅有一斯塔迪翁长。
§1.64.3ἐπιγέγραπται δʼ ἐπὶ τῆς μείζονος τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων, ὡς εἰς λάχανα καὶ συρμαίαν τοῖς ἐργάταις μηνύεται διὰ τῆς γραφῆς. τάλαντα δεδαπανῆσθαι πλείω τῶν χιλίων καὶ ἑξακοσίων.
在较大的一座上,刻有耗费资金的数额,碑文表明,为工人们购买蔬菜和大根共花费了一千六百多塔兰同。
§1.64.4ἡ δʼ ἐλάττων ἀνεπίγραφος μέν ἐστιν, ἀνάβασιν δʼ ἔχει διὰ μιᾶς τῶν πλευρῶν ἐγκεκολαμμένην.
较小的一座则没有刻写碑文,但其侧面之一有凿出的登顶通道。
τῶν δὲ βασιλέων τῶν κατασκευασάντων αὐτὰς ἑαυτοῖς τάφους συνέβη μηδέτερον αὐτῶν ταῖς πυραμίσιν ἐνταφῆναι· §1.64.5τὰ γὰρ πλήθη διά τε ταλαιπωρίαν τὴν ἐν τοῖς ἔργοις καὶ διὰ τὸ τούτους τοὺς βασιλεῖς ὠμὰ καὶ βίαια πολλὰ πρᾶξαι διʼ ὀργῆς εἶχε τοὺς αἰτίους, καὶ τὰ σώματα ἠπείλει διασπάσειν καὶ μεθʼ ὕβρεως ἐκρίψειν ἐκ τῶν τάφων· §1.64.6διὸ καὶ τελευτῶν ἑκάτερος ἐνετείλατο τοῖς προσήκουσιν ἐν ἀσήμῳ τόπῳ καὶ λάθρᾳ θάψαι τὸ σῶμα.
而在这两位为自己建造坟墓的国王中,他们中没有一个最终得以安葬在金字塔里;因为民众由于工程中的艰苦劳役,以及这些国王行了极多残暴和强横之事,对这些罪魁祸首怀有极大的愤怒,并威胁要撕碎他们的尸体,并带有侮辱地将其从坟墓中抛出;因此,他们两人在临终时都嘱咐亲人,将自己的遗体秘密安葬在不显眼的地方。
μετὰ δὲ τούτους ἐγένετο βασιλεὺς Μυκερῖνος, ὅν τινες Μεγχερῖνον ὀνομάζουσιν, υἱὸς ὢν τοῦ ποιήσαντος τὴν προτέραν πυραμίδα.
在这些国王之后,迈克里诺斯(有人称其为门克里诺斯)成为了国王,他是建造第一座金字塔之人的儿子。
§1.64.7οὗτος δʼ ἐπιβαλόμενος τρίτην κατασκευάζειν, πρότερον ἐτελεύτησε πρὶν ἢ τὸ πᾶν ἔργον λαβεῖν συντέλειαν.
此人着手建造第三座金字塔,但在整个工程竣工之前便去世了。
τῆς μὲν γὰρ βάσεως ἑκάστην πλευρὰν ὑπεστήσατο πλέθρων τριῶν, τοὺς δὲ τοίχους ἐπὶ μὲν πεντεκαίδεκα δόμους κατεσκεύασεν ἐκ μέλανος λίθου τῷ Θηβαϊκῷ παραπλησίου, τὸ δὲ λοιπὸν ἀνεπλήρωσεν ἐκ λίθων ὁμοίων ταῖς ἄλλαις πυραμίσιν.
实际上,他将底部的每一边定为三普勒特戎长,外壁的十五层是用类似于底比斯石料的黑石建造的,其余部分则用类似于其他金字塔的石料砌成。
§1.64.8τῷ δὲ μεγέθει λειπόμενον τοῦτο τὸ ἔργον τῶν προειρημένων τῇ κατὰ τὴν χειρουργίαν τέχνῃ πολὺ διαλλάττει καὶ τῇ τοῦ λίθου πολυτελείᾳ· ἐπιγέγραπται δὲ κατὰ τὴν βόρειον αὐτῆς πλευρὰν ὁ κατασκευάσας αὐτὴν Μυκερῖνος.
尽管这一工程在尺寸上不及前述的两座,但在手工技艺和石料的奢华程度上却远胜它们;在其北侧,刻有建造者迈克里诺斯的名字。
§1.64.9τοῦτον δέ φασι μισήσαντα τὴν τῶν προβασιλευσάντων ὠμότητα ζηλῶσαι βίον ἐπιεικῆ καὶ πρὸς τοὺς ἀρχομένους εὐεργετικόν, καὶ ποιεῖν αὐτὸν συνεχῶς ἄλλα τε πλείω διʼ ὧν ἦν μάλιστα ἐκκαλέσασθαι τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν, καὶ κατὰ τοὺς χρηματισμοὺς ἀναλίσκειν χρημάτων πλῆθος, διδόντα δωρεὰς τῶν ἐπιεικῶν τοῖς δοκοῦσιν ἐν ταῖς κρίσεσι μὴ κατὰ τρόπον ἀπαλλάττειν.
据说,这位国王痛恨前任国王们的残暴,转而追求温和且对臣民仁慈的生活,他不断做出许多其他最能赢得民众对他好感的事情,并且在判决事务中花费了大量资金,用自己的财产赠予那些在判决中似乎未获得公正对待的善良人们。
§1.64.10εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς πυραμίδες, ὧν ἑκάστη μὲν πλευρὰ πλεθριαία ὑπάρχει, τὸ δʼ ὅλον ἔργον παραπλήσιον τῇ κατασκευῇ ταῖς ἄλλαις πλὴν τοῦ μεγέθους· ταύτας δέ φασι τοὺς προειρημένους τρεῖς βασιλεῖς ταῖς ἰδίαις κατασκευάσαι γυναιξίν.
此外还有另外三座金字塔,其每一边均为一普勒特戎宽,整个建筑除了尺寸之外,在构造上与其他金字塔非常相似;据说这三座金字塔是前述的三位国王为他们自己的妻子建造的。
§1.64.11ὁμολογεῖται δὲ ταῦτα τὰ ἔργα πολὺ προέχειν τῶν κατʼ Αἴγυπτον οὐ μόνον τῷ βάρει τῶν κατασκευασμάτων καὶ ταῖς δαπάναις, ἀλλὰ καὶ τῇ φιλοτεχνίᾳ τῶν ἐργασαμένων.
人们公认,这些工程不仅在建筑物的宏伟程度和造价上,而且在建造者的精湛技艺上,都远远超过了埃及的其他建筑。
§1.64.12καί φασι δεῖν θαυμάζειν μᾶλλον τοὺς ἀρχιτέκτονας τῶν ἔργων ἢ τοὺς βασιλεῖς τοὺς παρασχομένους τὰς εἰς ταῦτα χορηγίας· τοὺς μὲν γὰρ ταῖς ἰδίαις ψυχαῖς καὶ ταῖς φιλοτιμίαις, τοὺς δὲ τῷ κληρονομηθέντι πλούτῳ καὶ ταῖς ἀλλοτρίαις κακουχίαις ἐπὶ τέλος ἀγαγεῖν τὴν προαίρεσιν.
而且人们说,比起提供资金的国王,更应该赞赏这些工程的建筑师;因为前者凭借自己的才智和名誉心将理想付诸实现,而后者则是凭借继承的财富和民间的疾苦达到目的。
§1.64.13περὶ δὲ τῶν πυραμίδων οὐδὲν ὅλως οὔτε παρὰ τοῖς ἐγχωρίοις οὔτε παρὰ τοῖς συγγραφεῦσι συμφωνεῖται· οἱ μὲν γὰρ τοὺς προειρημένους βασιλεῖς κατασκευάσαι φασὶν αὐτάς, οἱ δὲ ἑτέρους τινάς· οἷον τὴν μὲν μεγίστην ποιῆσαι λέγουσιν Ἀρμαῖον, τὴν δὲ δευτέραν Ἄμωσιν, τὴν δὲ τρίτην Ἰναρῶν.
然而关于这些金字塔,无论是在当地居民中还是在历史学家中,都完全没有达成共识;因为一些人说前述的国王建造了它们,而另一些人则说是其他国王建造的;例如,他们说最大的那座是由哈尔迈斯建造的,第二座是由阿莫西斯建造的,第三座是由伊纳罗斯建造的。
§1.64.14ταύτην δʼ ἔνιοι λέγουσι Ῥοδώπιδος τάφον εἶναι τῆς ἑταίρας, ἧς φασι τῶν νομαρχῶν τινας ἐραστὰς γενομένους διὰ φιλοστοργίαν ἐπιτελέσαι κοινῇ τὸ κατασκεύασμα.
甚至有人说,这第三座金字塔是女伎罗多庇斯的坟墓,据说由于对她的深情,一些成为其情夫的诺马尔科斯共同完成了这一建筑。