§1.64.1τελευτήσαντος δὲ τοῦ βασιλέως τούτου διεδέξατο τὴν ἀρχὴν ὁ ἀδελφὸς Κεφρὴν καὶ ἦρξεν ἔτη ἓξ πρὸς τοῖς πεντήκοντα·
この王が死ぬと、その兄弟ケフレンが支配権を継承し、五十六年間統治した。
ἔνιοι δέ φασιν οὐκ ἀδελφόν, ἀλλʼ υἱὸν παραλαβεῖν τὴν ἀρχήν, ὀνομαζόμενον Χαβρύην.
しかし、ある人々は、兄弟ではなく、彼の息子でハブリュエスと呼ばれる者が支配権を引き継いだと述べている。
§1.64.2συμφωνεῖται δὲ παρὰ πᾶσιν ὅτι ζηλώσας ὁ διαδεξάμενος τὴν τοῦ προβασιλεύσαντος προαίρεσιν κατεσκεύασε τὴν δευτέραν πυραμίδα, τῇ μὲν κατὰ τὴν χειρουργίαν τέχνῃ παραπλησίαν τῇ προειρημένῃ, τῷ δὲ μεγέθει πολὺ λειπομένην, ὡς ἂν τῆς ἐν τῇ βάσει πλευρᾶς ἑκάστης οὔσης σταδιαίας,
しかし、支配を継承した者が、前王の志を模範として第二のピラミッドを建設したということは、すべての人々の間で合意されている。 それは、手作業の技術においては前述のものに酷似しているが、大きさにおいてははるかに劣っており、底面の各辺がそれぞれ一スタディオンであるような規模のものである。
§1.64.3ἐπιγέγραπται δʼ ἐπὶ τῆς μείζονος τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων, ὡς εἰς λάχανα καὶ συρμαίαν τοῖς ἐργάταις μηνύεται διὰ τῆς γραφῆς. τάλαντα δεδαπανῆσθαι πλείω τῶν χιλίων καὶ ἑξακοσίων.
大きい方のピラミッドの上には、費やされた費用の額が刻まれており、労働者たちのための野菜や大根に対して、千六百タラントン以上が費やされたということが、文字を通じて示されている。
§1.64.4ἡ δʼ ἐλάττων ἀνεπίγραφος μέν ἐστιν, ἀνάβασιν δʼ ἔχει διὰ μιᾶς τῶν πλευρῶν ἐγκεκολαμμένην.
小さい方(のピラミッド)は、碑文は刻まれていないが、側面のひとつに、刻み込まれた登り口を持っている。
τῶν δὲ βασιλέων τῶν κατασκευασάντων αὐτὰς ἑαυτοῖς τάφους συνέβη μηδέτερον αὐτῶν ταῖς πυραμίσιν ἐνταφῆναι·
それらを自分たちの墓として建設した王たちのうち、彼らのどちらもが、ピラミッドに埋葬されないという結果になった。
§1.64.5τὰ γὰρ πλήθη διά τε ταλαιπωρίαν τὴν ἐν τοῖς ἔργοις καὶ διὰ τὸ τούτους τοὺς βασιλεῖς ὠμὰ καὶ βίαια πολλὰ πρᾶξαι διʼ ὀργῆς εἶχε τοὺς αἰτίους, καὶ τὰ σώματα ἠπείλει διασπάσειν καὶ μεθʼ ὕβρεως ἐκρίψειν ἐκ τῶν τάφων·
というのも、民衆は、工事における過酷な労働のため、またこれらの王たちが多くの残虐で暴力的な行為を行ったために、その原因となった者たちに対して怒りを抱いており、彼らの遺体を引き裂き、侮辱とともに墓から投げ捨てると脅していたからである。
§1.64.6διὸ καὶ τελευτῶν ἑκάτερος ἐνετείλατο τοῖς προσήκουσιν ἐν ἀσήμῳ τόπῳ καὶ λάθρᾳ θάψαι τὸ σῶμα.
それゆえ、彼らはそれぞれ死に際して、親族たちに、目立たない場所に、かつ秘密裏に遺体を埋葬するようにと命令した。
μετὰ δὲ τούτους ἐγένετο βασιλεὺς Μυκερῖνος, ὅν τινες Μεγχερῖνον ὀνομάζουσιν, υἱὸς ὢν τοῦ ποιήσαντος τὴν προτέραν πυραμίδα.
これらの王たちの後にマイケリノス(ある人々はメンケリノスと呼ぶ)が王となったが、彼は最初のピラミッドを建設した者の息子であった。
§1.64.7οὗτος δʼ ἐπιβαλόμενος τρίτην κατασκευάζειν, πρότερον ἐτελεύτησε πρὶν ἢ τὸ πᾶν ἔργον λαβεῖν συντέλειαν.
この者は、第三のピラミッドを建設することに着手したが、全体の事業が完成に至るよりも前に世を去った。
τῆς μὲν γὰρ βάσεως ἑκάστην πλευρὰν ὑπεστήσατο πλέθρων τριῶν, τοὺς δὲ τοίχους ἐπὶ μὲν πεντεκαίδεκα δόμους κατεσκεύασεν ἐκ μέλανος λίθου τῷ Θηβαϊκῷ παραπλησίου, τὸ δὲ λοιπὸν ἀνεπλήρωσεν ἐκ λίθων ὁμοίων ταῖς ἄλλαις πυραμίσιν.
実際、彼は底面の各辺を三プレトロンとし、外壁については、十五段まではテーバイ産の石に似た黒い石で建設し、残りの部分は、他のピラミッドと同様の石で積み上げた。
§1.64.8τῷ δὲ μεγέθει λειπόμενον τοῦτο τὸ ἔργον τῶν προειρημένων τῇ κατὰ τὴν χειρουργίαν τέχνῃ πολὺ διαλλάττει καὶ τῇ τοῦ λίθου πολυτελείᾳ·
この事業は、大きさにおいては前述のものに劣るものの、手作業の技術と石の豪華さにおいてはるかに際立っている。
ἐπιγέγραπται δὲ κατὰ τὴν βόρειον αὐτῆς πλευρὰν ὁ κατασκευάσας αὐτὴν Μυκερῖνος.
そして、その北側には、それを建設した者として、マイケリノスの名が刻まれている。
§1.64.9τοῦτον δέ φασι μισήσαντα τὴν τῶν προβασιλευσάντων ὠμότητα ζηλῶσαι βίον ἐπιεικῆ καὶ πρὸς τοὺς ἀρχομένους εὐεργετικόν, καὶ ποιεῖν αὐτὸν συνεχῶς ἄλλα τε πλείω διʼ ὧν ἦν μάλιστα ἐκκαλέσασθαι τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν, καὶ κατὰ τοὺς χρηματισμοὺς ἀναλίσκειν χρημάτων πλῆθος, διδόντα δωρεὰς τῶν ἐπιεικῶν τοῖς δοκοῦσιν ἐν ταῖς κρίσεσι μὴ κατὰ τρόπον ἀπαλλάττειν.
この王は、前王たちの残虐さを憎み、温和で、臣民に対して慈悲深い生活を志したと言われている。 そして、彼は、民衆の自分に対する好意を最も引き出すことができるような、他の多くのことを絶えず行い、また判決に際しては、裁判において不当に不利益を被ったと思われる善良な人々に対して贈り物を自身の私有財産から与えながら、多額の金銭を費やした。
§1.64.10εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς πυραμίδες, ὧν ἑκάστη μὲν πλευρὰ πλεθριαία ὑπάρχει, τὸ δʼ ὅλον ἔργον παραπλήσιον τῇ κατασκευῇ ταῖς ἄλλαις πλὴν τοῦ μεγέθους·
また、他にも三つのピラミッドがあり、それらの各辺は一プレトロンであり、全体の構造は、大きさの違いを除けば、他のピラミッドと構造において酷似している。
ταύτας δέ φασι τοὺς προειρημένους τρεῖς βασιλεῖς ταῖς ἰδίαις κατασκευάσαι γυναιξίν.
これらは、前述の三人の王たちが、自分たちの妻たちのために建設したと言われている。
§1.64.11ὁμολογεῖται δὲ ταῦτα τὰ ἔργα πολὺ προέχειν τῶν κατʼ Αἴγυπτον οὐ μόνον τῷ βάρει τῶν κατασκευασμάτων καὶ ταῖς δαπάναις, ἀλλὰ καὶ τῇ φιλοτεχνίᾳ τῶν ἐργασαμένων.
これらの事業は、構造物の重厚さや費用においてだけでなく、それらを制作した者たちの優れた技能においても、エジプトの他の事業をはるかに領駕していると合意されている。
§1.64.12καί φασι δεῖν θαυμάζειν μᾶλλον τοὺς ἀρχιτέκτονας τῶν ἔργων ἢ τοὺς βασιλεῖς τοὺς παρασχομένους τὰς εἰς ταῦτα χορηγίας·
そして、それらの事業 of 建築家たちを、それに資金を提供した王たちよりも称賛すべきだと言われている。
τοὺς μὲν γὰρ ταῖς ἰδίαις ψυχαῖς καὶ ταῖς φιλοτιμίαις, τοὺς δὲ τῷ κληρονομηθέντι πλούτῳ καὶ ταῖς ἀλλοτρίαις κακουχίαις ἐπὶ τέλος ἀγαγεῖν τὴν προαίρεσιν.
なぜなら、建築家たちは自らの才知と情熱によって、王たちは相続された富と他者の労苦によって、目的を達成したからである。
§1.64.13περὶ δὲ τῶν πυραμίδων οὐδὲν ὅλως οὔτε παρὰ τοῖς ἐγχωρίοις οὔτε παρὰ τοῖς συγγραφεῦσι συμφωνεῖται·
しかし、ピラミッドに関しては、現地の人の間でも、歴史家たちの間でも、全く意見が一致していない。
οἱ μὲν γὰρ τοὺς προειρημένους βασιλεῖς κατασκευάσαι φασὶν αὐτάς, οἱ δὲ ἑτέρους τινάς·
というのも、ある人々は前述の王たちがそれらを建設したと言うが、別の者は他の王たちが建設したと言うからである。
οἷον τὴν μὲν μεγίστην ποιῆσαι λέγουσιν Ἀρμαῖον, τὴν δὲ δευτέραν Ἄμωσιν, τὴν δὲ τρίτην Ἰναρῶν.
たとえば、最大のものはハルマイスが造り、第二のものはアモシスが、第三のものはイナロスが造ったと言うのである。
§1.64.14ταύτην δʼ ἔνιοι λέγουσι Ῥοδώπιδος τάφον εἶναι τῆς ἑταίρας, ἧς φασι τῶν νομαρχῶν τινας ἐραστὰς γενομένους διὰ φιλοστοργίαν ἐπιτελέσαι κοινῇ τὸ κατασκεύασμα.
そして、この第三のピラミッドを、ヘタイラであるロドピスの墓であると言う者たちもいる。 彼女の愛人となった地方長官たちの一部が、愛情ゆえに、共同でその構造物を完成させたのだと言われている。