§1.63.1τούτου δὲ τελευτήσαντος ἐπὶ γενεὰς ἑπτὰ διεδέξαντο τὴν ἀρχὴν βασιλεῖς ἀργοὶ παντελῶς καὶ πρὸς ἄνεσιν καὶ τρυφὴν ἅπαντα πράττοντες.
这位国王去世后,有连续七代全然怠惰的国王继承了王位,他们一切行事皆是为了安逸与奢华。
διόπερ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὐδὲν αὐτῶν ἔργον πολυτελὲς οὐδὲ πρᾶξις ἱστορίας ἀξία παραδέδοται πλὴν ἑνὸς Νειλέως, ἀφʼ οὗ συμβαίνει τὸν ποταμὸν ὀνομασθῆναι Νεῖλον, τὸ πρὸ τοῦ καλούμενον Αἴγυπτον· οὗτος δὲ πλείστας εὐκαίρους διώρυχας κατασκευάσας καὶ πολλὰ περὶ τὴν εὐχρηστίαν τοῦ Νείλου φιλοτιμηθεὶς αἴτιος κατέστη τῷ ποταμῷ ταύτης τῆς προσηγορίας.
因此,在神圣的记录中,除了尼勒斯一人之外,没有传下他们任何耗资巨大的工程,也没有任何值得记入历史的业绩,正是因为他,这条在此之前被称为“埃及”的河流,后来被命名为“尼罗河”;此人修筑了极多适时的运河,并为尼罗河的效用作出了极大的努力,从而使该河获得了这一名称。
§1.63.2ὄγδοος δὲ βασιλεὺς γενόμενος Χέμμις ὁ Μεμφίτης ἦρξε μὲν ἔτη πεντήκοντα, κατεσκεύασε δὲ τὴν μεγίστην τῶν τριῶν πυραμίδων τῶν ἐν τοῖς ἑπτὰ τοῖς ἐπιφανεστάτοις ἔργοις ἀριθμουμένων.
成为第八代国王的孟斐斯人凯姆米斯统治了五十年,并建造了三座金字塔中最大的一座,这些金字塔被列为最著名的七大奇迹之中。
§1.63.3αὗται δὲ κείμεναι κατὰ τὴν Λιβύην τῆς Μέμφεως ἀπέχουσι σταδίους ἑκατὸν καὶ εἴκοσι, τοῦ δὲ Νείλου πέντε πρὸς τοῖς τετταράκοντα, τῷ δὲ μεγέθει τῶν ἔργων καὶ τῇ κατὰ τὴν χειρουργίαν τέχνῃ θαυμαστήν τινα κατάπληξιν παρέχονται τοῖς θεωμένοις.
这些金字塔位于利比亚一侧,距离孟斐斯一百二十斯塔迪翁,距离尼罗河四十五斯塔迪翁,其工程之宏伟与手工技艺之精湛,给观看者带来某种奇妙的震撼。
§1.63.4ἡ μὲν γὰρ μεγίστη τετράπλευρος οὖσα τῷ σχήματι τὴν ἐπὶ τῆς βάσεως πλευρὰν ἑκάστην ἔχει πλέθρων ἑπτά, τὸ δʼ ὕψος πλέον τῶν ἓξ πλέθρων· συναγωγὴν δʼ ἐκ τοῦ κατʼ ὀλίγον λαμβάνουσα μέχρι τῆς κορυφῆς ἑκάστην πλευρὰν ποιεῖ πηχῶν ἕξ.
因为最大的那座在形状上是四边形的,底部的每一边长七普勒特戎,高度超过六普勒特戎;它向上逐渐收缩,直到顶部,使每一边长为六肘。
§1.63.5πᾶσα δὲ στερεοῦ λίθου κατεσκεύασται, τὴν μὲν ἐργασίαν ἔχοντος δυσχερῆ, τὴν δὲ διαμονὴν αἰώνιον· οὐκ ἐλαττόνων γὰρ ἢ χιλίων ἐτῶν, ὥς φασι, διεληλυθότων εἰς τὸν καθʼ ἡμᾶς βίον, ὡς δὲ ἔνιοι γράφουσι, πλειόνων ἢ τρισχιλίων καὶ τετρακοσίων, διαμένουσι μέχρι τοῦ νῦν οἱ λίθοι τὴν ἐξ ἀρχῆς σύνθεσιν καὶ τὴν ὅλην κατασκευὴν ἄσηπτον διαφυλάττοντες.
整体是用坚硬的石头建造的,虽然其加工极为困难,但能永久保存;因为据说,直到我们这一时代,虽然已经过去了不下一千年,而且如一些人所写,已经过去了三千四百多年,但这些石头至今仍保持着最初的组合,使整个结构完好无损。
§1.63.6λέγεται δὲ τὸν μὲν λίθον ἐκ τῆς Ἀραβίας ἀπὸ πολλοῦ διαστήματος κομισθῆναι, τὴν δὲ κατασκευὴν διὰ χωμάτων γενέσθαι, μήπω τῶν μηχανῶν εὑρημένων κατʼ ἐκείνους τοὺς χρόνους· §1.63.7καὶ %5τὸ θαυμασιώτατον, τηλικούτων ἔργων κατεσκευασμένων καὶ τοῦ περιέχοντος τόπου παντὸς ἁμμώδους ὄντος οὐδὲν ἴχνος οὔτε τοῦ χώματος οὔτε τῆς τῶν λίθων ξεστουργίας ἀπολείπεσθαι, ὥστε δοκεῖν μὴ κατʼ ὀλίγον ὑπʼ ἀνθρώπων ἐργασίας, ἀλλὰ συλλήβδην ὥσπερ %5ὑπὸ θεοῦ τινος τὸ κατασκεύασμα τεθῆναι πᾶν εἰς τὴν περιέχουσαν ἅμμον.
据说,这些石头是从遥远的阿拉伯运来的,而建造是借助于土坡进行的,因为在那个时代起重机械尚未被发明;而最令人惊叹的是,尽管建造了如此巨大的工程,且周围的土地全都是沙地,却不仅没有留下土坡的痕迹,也没有留下任何琢石的痕迹,以至于这整个建筑看起来不像是通过人力逐渐建成的,而像是被某种神明一举将整个构造物直接放置在周围的沙地中。
§1.63.8ἐπιχειροῦσι δέ τινες τῶν Αἰγυπτίων τερατολογεῖν ὑπὲρ τούτων, λέγοντες ὡς ἐξ ἁλῶν%5 καὶ νίτρου τῶν χωμάτων γεγονότων ἐπαφεθεὶς ὁ ποταμὸς ἔτηξεν αὐτὰ καὶ παντελῶς ἠφάνισεν ἄνευ τῆς χειροποιήτου πραγματείας.
然而,一些埃及人企图对此进行荒诞的解释,声称因为土坡是由盐和硝石构成的,河流被引进来后便将它们溶解,并在无需人工劳作的情况下使其完全消失了。
§1.63.9οὐ μὴν καὶ τἀληθὲς οὕτως ἔχει, διὰ δὲ τῆς πολυχειρίας τῆς τὰ χώματα βαλούσης πάλιν τὸ πᾶν ἔργον εἰς τὴν προϋπάρχουσαν ἀποκατεστάθη τάξιν· τριάκοντα μὲν γὰρ καὶ ἓξ μυριάδες ἀνδρῶν, ὥς φασι, ταῖς τῶν ἔργων λειτουργίαις προσήδρευσαν, τὸ δὲ πᾶν κατασκεύασμα τέλος ἔσχε μόγις ἐτῶν εἴκοσι διελθόντων
但事实并非如此,而是通过筑起土坡的无数人手,再次将整个地方恢复到了原先的状态;因为据说有多达三十六万男子参与了这项工程的劳役,而整个建筑在经历了二十年之后才好不容易最终落成。