Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.62.1-1.62.6

凯特斯王的变形传说与伦菲斯的敛财

第 63 段,共 406 段 · 希腊语

内容简介

阐述在经历五代无政府状态后被选为国王的凯特斯(普罗纽斯),因其对自然现象的了解和国王的习俗而成为希腊神话中变形能力的来源,并介绍了其极力敛财的贪婪儿子伦菲斯。

§1.62.1μετὰ δὲ τὴν τοῦ βασιλέως τούτου τελευτὴν ἐπὶ γενεὰς πέντε γενομένης ἀναρχίας τῶν ἀδόξων τις ᾑρέθη βασιλεύς, ὃν Αἰγύπτιοι μὲν ὀνομάζουσι Κέτηνα, παρὰ δὲ τοῖς Ἕλλησιν εἶναι δοκεῖ Πρωνεὺς ὁ κατὰ τὸν Ἰλιακὸν γεγονὼς πόλεμον.
在这位国王去世后,由于出现了长达五代的无政府状态,一个出身卑微的人被选为国王,埃及人称他为凯特斯,但在希腊人中,他被认为是生活在伊利翁战争时期的普罗纽斯。
§1.62.2τούτου δὲ παραδεδομένου τῶν τε πνευμάτων ἔχειν ἐμπειρίαν καὶ τὴν μορφὴν μεταβάλλειν ὁτὲ μὲν εἰς ζῴων τύπους, ὁτὲ δὲ εἰς δένδρον ἢ πῦρ ἤ τι τῶν ἄλλων, ὁμολογούμενα τούτοις συμβαίνει καὶ τοὺς ἱερεῖς λέγειν περὶ αὐτοῦ.
虽然传说此人精通风向,并能改变自己的形状,有时变成动物的模样,有时变成树木、火或其它事物,但祭司们关于他的说法也恰好与这些传说相符。
§1.62.3ἐκ μὲν γὰρ τῆς μετὰ τῶν ἀστρολόγων συμβιώσεως, ἣν ἐποιεῖτο συνεχῶς, ἐμπειρίαν ἐσχηκέναι τὸν βασιλέα τῶν τοιούτων, ἐκ δὲ τοῦ νομίμου τοῦ παραδεδομένου τοῖς βασιλεῦσι τὸ περὶ τὰς μεταβολὰς τῆς ἰδέας μυθολογηθῆναι παρὰ τοῖς Ἕλλησιν.
因为据说,正是由于他与占星术士们长期的共同生活,国王才获得了这些方面的经验;而由于继承自历代国王的习俗,关于其外貌变化的传说才在希腊人中被神话化。
§1.62.4ἐν ἔθει γὰρ εἶναι τοῖς κατʼ Αἴγυπτον δυνάσταις περιτίθεσθαι περὶ τὴν κεφαλὴν λεόντων καὶ ταύρων καὶ δρακόντων προτομάς, σημεῖα τῆς ἀρχῆς· καὶ ποτὲ μὲν δένδρα, ποτὲ δὲ πῦρ, ἔστι δʼ ὅτε καὶ θυμιαμάτων εὐωδῶν ἔχειν ἐπὶ τῆς κεφαλῆς οὐκ ὀλίγα, καὶ διὰ τούτων ἅμα μὲν ἑαυτοὺς εἰς εὐπρέπειαν κοσμεῖν, ἅμα δὲ τοὺς ἄλλους εἰς κατάπληξιν ἄγειν καὶ δεισιδαίμονα διάθεσιν.
因为埃及统治者的习俗是,在头部周围戴上狮子、公牛和飞龙的头部雕饰作为权力的标志;有时是树木,有时是火,有时还在头上放着不少芳香的香料。 通过这些手段,他们一方面将自己装饰得尊贵体面,另一方面也使他人产生畏惧与迷信的心理。
§1.62.5μετὰ δὲ τὴν Πρωτέως τελευτὴν διαδεξάμενος τὴν βασιλείαν ὁ υἱὸς Ῥέμφις διετέλεσε πάντα τὸν τοῦ ζῆν χρόνον ἐπιμελόμενος τῶν προσόδων καὶ σωρεύων πανταχόθεν τὸν πλοῦτον, διὰ δὲ μικροψυχίαν καὶ φιλαργυρίαν ἤθους οὔτε εἰς ἀναθήματα θεῶν οὔτʼ εἰς εὐεργεσίαν ἀνθρώπων οὐδὲν ἀνήλωσε.
普罗特斯去世后,继承王位的儿子伦菲斯在有生之年一直关注财政收入,并从各处敛财;但由于他气量狭小和贪婪的性格,他既没有在向神明奉纳祭品上花费分毫,也没有在对人类的善行上进行任何开销。
§1.62.6διὸ καὶ γενόμενος οὐ βασιλεὺς ἀλλʼ οἰκονόμος ἀγαθὸς ἀντὶ τῆς ἐπʼ ἀρετῇ δόξης ἀπέλιπε πλεῖστα χρήματα τῶν πρὸ αὐτοῦ βασιλευσάντων· ἀργύρου γὰρ καὶ χρυσοῦ παραδέδοται συναγαγεῖν αὐτὸν εἰς τετταράκοντα μυριάδας ταλάντων.
因此,他没有成为一个真正的国王,反倒像一个优秀的财政管家,用以代替因美德而获得的名声的,是他留下了比在他之前统治的任何国王都多的财产;因为据说他收集的金银多达四十万塔兰同。

词汇与语法注释

  1. 1.62.1Πρωνεὺς — 手稿中的拼写为“普罗纽斯”,但显然是指希腊神话中以具有变形能力而闻名的海神兼国王“普罗特斯”(Πρωτεύς)。实际上,在1.62.5中使用了属格形式 Πρωτέως(普罗特斯的),这表明本节中的 Πρωνεὺς 要么是抄写错误,要么是作者笔误。
  2. 1.62.2τούτου δὲ παραδεδομένου — 这是一个带有被动分词 παραδεδομένου 的属格独立结构。属格代词 τούτου 作为分词的逻辑主语,其后引导说明传闻内容的带对格不定词短语(ἔχειν 和 μεταβάλλειν),意为“在传闻此人……的情况下”。
  3. 1.62.2ὁμολογούμενα τούτοις συμβαίνει καὶ τοὺς ἱερεῖς λέγειν περὶ αὐτοῦ — 无人称动词 συμβαίνει(发生、事实是)以带对格的不定词短语(καὶ τοὺς ἱερεῖς λέγειν,“祭司们也说”)为主语。短语 ὁμολογούμενα τούτοις(与这些相符的事)是不定词 λέγειν 的直接宾语,表明民间传说与祭司的叙述相吻合。
  4. 1.62.3τὸ περὶ τὰς μεταβολὰς τῆς ἰδέας μυθολογηθῆναι παρὰ τοῖς Ἕλλησιν — 带冠词的不定词短语 τὸ ... μυθολογηθῆναι(被神话化)在此作为前文延续下来的间接引语的主语,或者是由 ἐκ δὲ τοῦ νομίμου... 引导的句子的主语,意为“关于外貌变化的传说在希腊人中被神话化,是由于国王们的习俗”。
  5. 1.62.6τῶν πρὸ αὐτοῦ βασιλευσάντων — 属格比较级(与最高级 πλεῖστα 连用)。通过与他之前的所有国王进行比较,表示“最多的(财产)”,从而强调其财富超越了此前统治的所有国王。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.62.1-1.62.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.62.1-1.62.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。