§1.62.1μετὰ δὲ τὴν τοῦ βασιλέως τούτου τελευτὴν ἐπὶ γενεὰς πέντε γενομένης ἀναρχίας τῶν ἀδόξων τις ᾑρέθη βασιλεύς, ὃν Αἰγύπτιοι μὲν ὀνομάζουσι Κέτηνα, παρὰ δὲ τοῖς Ἕλλησιν εἶναι δοκεῖ Πρωνεὺς ὁ κατὰ τὸν Ἰλιακὸν γεγονὼς πόλεμον.
この王の死後、5世代にわたって無政府状態が生じたが、無名の者たちの一人が王に選ばれた。 エジプト人たちは彼をケテスと呼ぶが、ギリシア人たちの間では、イリオス戦争の時代に存在したプロネウスであると考えられている。
§1.62.2τούτου δὲ παραδεδομένου τῶν τε πνευμάτων ἔχειν ἐμπειρίαν καὶ τὴν μορφὴν μεταβάλλειν ὁτὲ μὲν εἰς ζῴων τύπους, ὁτὲ δὲ εἰς δένδρον ἢ πῦρ ἤ τι τῶν ἄλλων, ὁμολογούμενα τούτοις συμβαίνει καὶ τοὺς ἱερεῖς λέγειν περὶ αὐτοῦ.
この者が風の知識を持ち、形をある時は動物の姿に、ある時は樹木や火、その他のものに変えたと伝えられているが、これらと合致することを、祭司たちも彼について語っている。
§1.62.3ἐκ μὲν γὰρ τῆς μετὰ τῶν ἀστρολόγων συμβιώσεως, ἣν ἐποιεῖτο συνεχῶς, ἐμπειρίαν ἐσχηκέναι τὸν βασιλέα τῶν τοιούτων, ἐκ δὲ τοῦ νομίμου τοῦ παραδεδομένου τοῖς βασιλεῦσι τὸ περὶ τὰς μεταβολὰς τῆς ἰδέας μυθολογηθῆναι παρὰ τοῖς Ἕλλησιν.
というのも、彼が絶えず行っていた占星術師たちとの共同生活から、王はそうした事柄の知識を得たのであり、他方、王たちに受け継がれた慣習から、姿の変化に関する話がギリシア人の間で神話化されたのだという。
§1.62.4ἐν ἔθει γὰρ εἶναι τοῖς κατʼ Αἴγυπτον δυνάσταις περιτίθεσθαι περὶ τὴν κεφαλὴν λεόντων καὶ ταύρων καὶ δρακόντων προτομάς, σημεῖα τῆς ἀρχῆς·
実際、エジプトの支配者たちにとっては、支配権の象徴として、頭の周りにライオンや牡牛や竜の頭部を装着すること、また、ある時は樹木、ある時は火、またある時には香ばしい香料を少なからず頭の上に載せることが慣習であった。
καὶ ποτὲ μὲν δένδρα, ποτὲ δὲ πῦρ, ἔστι δʼ ὅτε καὶ θυμιαμάτων εὐωδῶν ἔχειν ἐπὶ τῆς κεφαλῆς οὐκ ὀλίγα, καὶ διὰ τούτων ἅμα μὲν ἑαυτοὺς εἰς εὐπρέπειαν κοσμεῖν, ἅμα δὲ τοὺς ἄλλους εἰς κατάπληξιν ἄγειν καὶ δεισιδαίμονα διάθεσιν.
そしてこれらによって、一方では自分自身を美しく飾り立て、他方では他者を畏怖と畏敬へと導いたのである。
§1.62.5μετὰ δὲ τὴν Πρωτέως τελευτὴν διαδεξάμενος τὴν βασιλείαν ὁ υἱὸς Ῥέμφις διετέλεσε πάντα τὸν τοῦ ζῆν χρόνον ἐπιμελόμενος τῶν προσόδων καὶ σωρεύων πανταχόθεν τὸν πλοῦτον, διὰ δὲ μικροψυχίαν καὶ φιλαργυρίαν ἤθους οὔτε εἰς ἀναθήματα θεῶν οὔτʼ εἰς εὐεργεσίαν ἀνθρώπων οὐδὲν ἀνήλωσε.
プロテウスの死後、王位を継承した息子のレンピスは、生涯を通じて絶えず歳入に気を配り、あらゆる場所から富を蓄えたが、心の狭さと金銭欲のゆえに、神々への奉納物にも、人々への善行にも、何一つ費やさなかった。
§1.62.6διὸ καὶ γενόμενος οὐ βασιλεὺς ἀλλʼ οἰκονόμος ἀγαθὸς ἀντὶ τῆς ἐπʼ ἀρετῇ δόξης ἀπέλιπε πλεῖστα χρήματα τῶν πρὸ αὐτοῦ βασιλευσάντων·
それゆえ、王というよりは優れた財政管理者のようになり、徳による名声の代わりに、彼以前に統治したどの王たちよりも多くの財産を残した。
ἀργύρου γὰρ καὶ χρυσοῦ παραδέδοται συναγαγεῖν αὐτὸν εἰς τετταράκοντα μυριάδας ταλάντων.
というのも、彼が金銀を四十万タラントンまで集めたと伝えられているからである。