Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.60.1-1.60.10

阿克蒂萨内斯的征服与利诺科鲁拉的建立

第 61 段,共 406 段 · 希腊语

内容简介

针对阿玛西斯在埃及的暴虐统治,埃塞俄比亚国王阿克蒂萨内斯发动远征并征服了该地,实行宽厚统治。阿克蒂萨内斯割去罪犯的鼻子,将他们迁至沙漠边境的“利诺科鲁拉”城,这些罪犯在恶劣的环境中通过捕猎鹌鹑想出了生存的方法。

§1.60.1μετὰ δὲ τοῦτον τὸν βασιλέα συχνοὶ τῶν διαδεξαμένων τὴν ἀρχήν τινες οὐδὲν ἔπραξαν ἀναγραφῆς ἄξιον.
在这位国王之后,许多继位统治的人没有做出任何值得记载的事迹。
πολλαῖς δʼ ὕστερον γενεαῖς Ἄμασις γενόμενος βασιλεὺς ἦρχε τῶν ὄχλων βιαιότερον· πολλοὺς μὲν γὰρ παρὰ τὸ δίκαιον ἐτιμωρεῖτο, συχνοὺς δὲ τῶν οὐσιῶν ἐστέρισκε, πᾶσι δʼ ὑπεροπτικῶς καὶ κατὰ πᾶν ὑπερηφάνως προσεφέρετο.
但许多代以后,阿玛西斯成为了国王,并相当残暴地统治着民众;因为他违背公正惩罚了许多人,剥夺了许多人的财产,并对所有人表现得傲慢无礼,在各个方面都极其狂妄。
§1.60.2μέχρι μὲν οὖν τινος οἱ πάσχοντες ἐκαρτέρουν, οὐ δυνάμενοι κατʼ οὐδένα τρόπον ἀμύνασθαι τοὺς πλέον ἰσχύοντας· ἐπεὶ δʼ Ἀκτισάνης ὁ τῶν Αἰθιόπων βασιλεὺς ἐστράτευσεν ἐπʼ αὐτόν, τότε τοῦ μίσους καιρὸν λαβόντος ἀπέστησαν οἱ πλεῖστοι.
因此,在一定时间内,受害者们都在忍耐,因为他们无法以任何方式抗衡那些更有权势的人;但当埃塞俄比亚国王阿克蒂萨内斯对阿玛西斯发动远征时,此时人们的仇恨找到了机会,大多数人都反叛了。
§1.60.3διόπερ ῥᾳδίως αὐτοῦ χειρωθέντος ἡ μὲν Αἴγυπτος ἔπεσεν ὑπὸ τὴν τῶν Αἰθιόπων βασιλείαν, ὁ δʼ Ἀκτισάνης ἀνθρωπίνως ἐνέγκας τὴν εὐτυχίαν ἐπιεικῶς προσεφέρετο τοῖς ὑποτεταγμένοις·
因此,由于他被轻易征服,埃及落入了埃塞俄比亚人的统治之下,而阿克蒂萨内斯仁慈地对待自己的好运,宽厚地对待臣属。
§1.60.4ὅτε δὴ καὶ συνετέλεσεν ἴδιόν τι περὶ τοὺς λῃστάς, οὔτε θανατώσας τοὺς ἐνόχους οὔτε ὁλοσχερῶς ἀφεὶς ἀτιμωρήτους·
正是在这个时候,他也对强盗们采取了一项独特的惩罚措施,既不将罪犯处死,也不让他们完全不受惩罚。
§1.60.5συναγαγὼν γὰρ ἐξ ἁπάσης τῆς χώρας τοὺς ἐν ἐγκλήμασιν ὄντας κακουργίας, καὶ τὴν διάγνωσιν αὐτῶν δικαιοτάτην ποιησάμενος, ἤθροισεν ἅπαντας τοὺς καταδεδικασμένους, ἀποτεμὼν δʼ αὐτῶν τοὺς μυκτῆρας κατῴκισεν ἐν τοῖς ἐσχάτοις τῆς ἐρήμου, κτίσας πόλιν τὴν ἀπὸ τοῦ συμπτώματος τῶν οἰκητόρων Ῥινοκόλουρα προσαγορευθεῖσαν.
因为他从全国各地聚集了那些因犯罪而被指控的人,并在对他们进行了最公正的审查后,召集了所有被判有罪的人,割去他们的鼻子,将他们安置在沙漠的边境,建立了一座因居民的这一不幸而被称为“利诺科鲁拉”的城市。
§1.60.6αὕτη δὲ κειμένη πρὸς τοῖς μεθορίοις τῆς Αἰγύπτου καὶ Συρίας οὐ μακρὰν τοῦ παρήκοντος αἰγιαλοῦ πάντων σχεδὸν τῶν πρὸς ἀνθρωπίνην δίαιταν ἀνηκόντων ἐστέρηται·
这座城市坐落在埃及和叙利亚的交界处,离延伸的海岸不远,几乎剥夺了属于人类生计的一切。
§1.60.7περιέχει μὲν γὰρ αὐτὴν χώρα πλήρης ἁλμυρίδος ἐντὸς δὲ τοῦ τείχους ὀλίγον ἐστὶν ὕδωρ ἐν φρέασι, καὶ τοῦτο διεφθαρμένον καὶ παντελῶς τῇ γεύσει πικρόν.
因为周围是一片充满盐碱的土地,而在城墙内,水井里的水很少,而且这些水也是败坏的,味道完全是苦的。
§1.60.8κατῴκισε δʼ αὐτοὺς εἰς ταύτην τὴν χώραν, ὅπως μήτε τοὺς ἐξ ἀρχῆς ἐπιτηδευθέντας βίους διατηροῦντες λυμαίνωνται τοὺς μηδὲν ἀδικοῦντας, μήτε κατὰ τὰς πρὸς τοὺς ἄλλους ἐπιμιξίας ἀγνοούμενοι λανθάνωσιν.
他将他们安置在这个地方,是为了使他们既不会因为继续保持最初的生活习性而伤害无辜的人,也不会在与他人的交往中因不被认出而隐藏行踪。
§1.60.9ἀλλʼ ὅμως ἐκριφέντες εἰς χώραν ἔρημον καὶ πάντων σχεδὸν τῶν χρησίμων ἄπορον ἐπενόησαν βίον οἰκεῖον τῆς περὶ αὐτοὺς ἐνδείας, ἀναγκαζούσης τῆς φύσεως πρὸς τὴν ἀπορίαν πάντα μηχανᾶσθαι.
但尽管如此,他们被抛弃在荒凉且几乎缺乏一切有用之物的土地上,却设计出了适合他们所处匮乏状态的生存方式,因为本能迫使他们针对匮乏设计出一切办法。
§1.60.10καλάμην γὰρ κείροντες ἐκ τῆς ὁμόρου χώρας, καὶ ταύτην σχίζοντες, λίνα παραμήκη κατεσκεύαζον, ταῦτα δὲ παρὰ τὸν αἰγιαλὸν ἐπὶ πολλοὺς σταδίους ἱστάντες τὰς θήρας τῶν ὀρτύγων ἐποιοῦντο· φέρονται γὰρ οὗτοι κατʼ ἀγέλας μείζονας ἐκ τοῦ πελάγους· οὓς θηρεύοντες ἤθροιζον πλῆθος ἱκανὸν εἰς διατροφὴν ἑαυτοῖς.
因为他们从邻近的土地上收割芦苇,并将其剖开,制成极长的网,把这些网在海岸边竖起许多斯塔德,以此来捕猎鹌鹑;因为这些鹌鹑成群结队从海上飞来,他们通过捕猎这些鹌鹑,收集了足够维持自身生活的数量。

词汇与语法注释

  1. §1.60.1συχνοὶ τῶν διαδεξαμένων τὴν ἀρχήν τινες — 形容词 `συχνοί`(许多)与不定代词 `τινες`(某些人)并用,起同格或限定作用,表示“在继承王位的许多人中,有一些人……”,起到缓和语气的作用。
  2. §1.60.2τοῦ μίσους καιρὸν λαβόντος — 独立属格结构。`τοῦ μίσους` 为逻辑主语,`λαβόντος` 为分词,作为时间状语从句发挥作用(“当他们的仇恨找到机会时”)。
  3. §1.60.5τὴν ἀπὸ τοῦ συμπτώματος τῶν οἰκητόρων Ῥινοκόλουρα προσαγορευθεῖσαν — 修饰先行词 `πόλιν` 的限定性分词短语。地名 `Ῥινοκόλουρα`(字面意为“被割鼻者”)作为被动分词 `προσαγορευθεῖσαν` 的补足语,同样使用宾格。
  4. §1.60.9ἀναγκαζούσης τῆς φύσεως πρὸς τὴν ἀπορίαν πάντα μηχανᾶσθαι — 独立属格结构。`τῆς φύσεως` 作逻辑主语,修饰它的主动分词 `ἀναγκαζούσης` 支配着带有 `μηχανᾶσθαι` 的宾格代不定式结构(“本能/需要迫使[他们]设计出一切办法”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.60.1-1.60.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.60.1-1.60.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。