§1.60.1μετὰ δὲ τοῦτον τὸν βασιλέα συχνοὶ τῶν διαδεξαμένων τὴν ἀρχήν τινες οὐδὲν ἔπραξαν ἀναγραφῆς ἄξιον.
この王の後に、支配権を継承した者のうちの多くの人々が、記録に値するいかなることも成し遂げなかった。
πολλαῖς δʼ ὕστερον γενεαῖς Ἄμασις γενόμενος βασιλεὺς ἦρχε τῶν ὄχλων βιαιότερον·
しかし、多くの世代の後にアマシスが王となり、民衆を極めて暴力的に支配した。
πολλοὺς μὲν γὰρ παρὰ τὸ δίκαιον ἐτιμωρεῖτο, συχνοὺς δὲ τῶν οὐσιῶν ἐστέρισκε, πᾶσι δʼ ὑπεροπτικῶς καὶ κατὰ πᾶν ὑπερηφάνως προσεφέρετο.
というのも、彼は多くの者を正義に反して罰し、多くの者からその財産を奪い、すべての人に対して傲慢に、またあらゆる点で不遜に振る舞ったからである。
§1.60.2μέχρι μὲν οὖν τινος οἱ πάσχοντες ἐκαρτέρουν, οὐ δυνάμενοι κατʼ οὐδένα τρόπον ἀμύνασθαι τοὺς πλέον ἰσχύοντας·
したがって、苦しんでいる人々は、より強い力を持つ者たちに対して、いかなる方法でも身を守ることができなかったため、ある時までは耐えていた。
ἐπεὶ δʼ Ἀκτισάνης ὁ τῶν Αἰθιόπων βασιλεὺς ἐστράτευσεν ἐπʼ αὐτόν, τότε τοῦ μίσους καιρὸν λαβόντος ἀπέστησαν οἱ πλεῖστοι.
しかし、エチオピア人の王アクティサネスが彼に対して遠征したとき、そのときに憎しみが機会を得たので、大半の者が離反した。
§1.60.3διόπερ ῥᾳδίως αὐτοῦ χειρωθέντος ἡ μὲν Αἴγυπτος ἔπεσεν ὑπὸ τὴν τῶν Αἰθιόπων βασιλείαν, ὁ δʼ Ἀκτισάνης ἀνθρωπίνως ἐνέγκας τὴν εὐτυχίαν ἐπιεικῶς προσεφέρετο τοῖς ὑποτεταγμένοις·
それゆえ、彼が容易に征服されたため、エジプトはエチオピア人の支配下に落ちたが、アクティサネスは自らの幸運を人間らしく受け止め、臣民に対して寛大に振る舞った。
§1.60.4ὅτε δὴ καὶ συνετέλεσεν ἴδιόν τι περὶ τοὺς λῃστάς, οὔτε θανατώσας τοὺς ἐνόχους οὔτε ὁλοσχερῶς ἀφεὶς ἀτιμωρήτους·
そのときにまさに、彼は有罪の者たちを死刑に処すこともせず、かといって完全に罰せずに放免することもしないという、盗賊たちに関してある独特な処置を講じた。
§1.60.5συναγαγὼν γὰρ ἐξ ἁπάσης τῆς χώρας τοὺς ἐν ἐγκλήμασιν ὄντας κακουργίας, καὶ τὴν διάγνωσιν αὐτῶν δικαιοτάτην ποιησάμενος, ἤθροισεν ἅπαντας τοὺς καταδεδικασμένους, ἀποτεμὼν δʼ αὐτῶν τοὺς μυκτῆρας κατῴκισεν ἐν τοῖς ἐσχάτοις τῆς ἐρήμου, κτίσας πόλιν τὴν ἀπὸ τοῦ συμπτώματος τῶν οἰκητόρων Ῥινοκόλουρα προσαγορευθεῖσαν.
というのも、彼は全土から悪行の容疑がかかっている者たちを集め、彼らに対する極めて公正な取り調べを行った上で、有罪判決を受けた者すべてを集め、彼らの鼻をそぎ落として砂漠の辺境に入植させ、住民たちの災難にちなんでリノコルラと名付けられた都市を創建したからである。
§1.60.6αὕτη δὲ κειμένη πρὸς τοῖς μεθορίοις τῆς Αἰγύπτου καὶ Συρίας οὐ μακρὰν τοῦ παρήκοντος αἰγιαλοῦ πάντων σχεδὸν τῶν πρὸς ἀνθρωπίνην δίαιταν ἀνηκόντων ἐστέρηται·
この都市はエジプトとシリアの国境に位置し、長く伸びる海岸から遠くないが、人間の生活に必要なほぼすべてのものを欠いている。
§1.60.7περιέχει μὲν γὰρ αὐτὴν χώρα πλήρης ἁλμυρίδος ἐντὸς δὲ τοῦ τείχους ὀλίγον ἐστὶν ὕδωρ ἐν φρέασι, καὶ τοῦτο διεφθαρμένον καὶ παντελῶς τῇ γεύσει πικρόν.
というのも、塩分に満ちた土地がそれを取り囲んでおり、城壁の内側には井戸にわずかな水があるのみで、しかもそれも腐っており、味は完全に苦いからである。
§1.60.8κατῴκισε δʼ αὐτοὺς εἰς ταύτην τὴν χώραν, ὅπως μήτε τοὺς ἐξ ἀρχῆς ἐπιτηδευθέντας βίους διατηροῦντες λυμαίνωνται τοὺς μηδὲν ἀδικοῦντας, μήτε κατὰ τὰς πρὸς τοὺς ἄλλους ἐπιμιξίας ἀγνοούμενοι λανθάνωσιν.
そして彼は彼らをこの土地に入植させた。 それは、彼らが以前から行っていた生活習慣を続けることによって、罪のない人々を害することがないようにするためであり、また、他者との交わりにおいて、素性が知られずに紛れ込むことがないようにするためであった。
§1.60.9ἀλλʼ ὅμως ἐκριφέντες εἰς χώραν ἔρημον καὶ πάντων σχεδὸν τῶν χρησίμων ἄπορον ἐπενόησαν βίον οἰκεῖον τῆς περὶ αὐτοὺς ἐνδείας, ἀναγκαζούσης τῆς φύσεως πρὸς τὴν ἀπορίαν πάντα μηχανᾶσθαι.
しかしそれにもかかわらず、荒涼とした、ほとんどすべての有用な資源を欠いた土地に投げ出された彼らは、自らを取り巻く欠乏に適した生存の方法を考案した。 彼らの本性が、困難に対してあらゆる手段を講じるよう強制したからである。
§1.60.10καλάμην γὰρ κείροντες ἐκ τῆς ὁμόρου χώρας, καὶ ταύτην σχίζοντες, λίνα παραμήκη κατεσκεύαζον, ταῦτα δὲ παρὰ τὸν αἰγιαλὸν ἐπὶ πολλοὺς σταδίους ἱστάντες τὰς θήρας τῶν ὀρτύγων ἐποιοῦντο·
というのも、彼らは隣接する土地から葦を刈り取り、それを細かく裂いて非常に長い網を作り出し、これらを海岸沿いに何スタディオンにもわたって張り巡らせてウズラ猟を行ったからである。
φέρονται γὰρ οὗτοι κατʼ ἀγέλας μείζονας ἐκ τοῦ πελάγους· οὓς θηρεύοντες ἤθροιζον πλῆθος ἱκανὸν εἰς διατροφὴν ἑαυτοῖς.
というのも、これらは海から非常に大きな群れをなして飛来するからであり、これらを捕らえることで、彼らは自らの食料として十分な量を集めたのであった。