§1.59.1ὁ δʼ υἱὸς αὐτοῦ διαδεξάμενος τὴν βασιλείαν καὶ τὴν τοῦ πατρὸς προσηγορίαν ἑαυτῷ περιθέμενος πρᾶξιν μὲν πολεμικὴν ἢ μνήμης ἀξίαν οὐδʼ ἡντινοῦν συνετελέσατο, συμπτώματι δὲ περιέπεσεν ἰδιάζοντι.
他的儿子继承了王位,并采用了父亲的名字,但他没有立下任何军事功绩或值得纪念的事迹,反而遭遇了奇特的灾祸。
§1.59.2ἐστερήθη μὲν γὰρ τῆς ὁράσεως εἴτε διὰ τὴν πρὸς τὸν πατέρα τῆς φύσεως κοινωνίαν εἴθʼ, ὥς τινες μυθολογοῦσι, διὰ τὴν εἰς τὸν ποταμὸν ἀσέβειαν, ἐν ᾧ χειμαζόμενός ποτε τὸ φερόμενον ῥεῦμα κατηκόντισε·
因为他失明了,这或是由于他与父亲的体质遗传,或是如某些人神话般传说的那样,由于他对河流的不敬,他曾在一场风暴中向奔腾的激流投掷标枪。
διὰ δὲ τὴν ἀτυχίαν ἀναγκασθεὶς καταφυγεῖν ἐπὶ τὴν τῶν θεῶν βοήθειαν, ἐπὶ χρόνους ἱκανοὺς πλείσταις θυσίαις καὶ τιμαῖς τὸ θεῖον ἐξιλασκόμενος λασκόμενος οὐδεμιᾶς ἐτύγχανε πολυωρίας·
由于这一不幸,他被迫寻求神明的帮助,尽管在相当长的一段时间里,他用极多的祭祀和敬意来平息神怒,却未获得任何垂青。
§1.59.3τῷ δεκάτῳ δʼ ἔτει μαντείας αὐτῷ γενομένης τιμῆσαί τε τὸν θεὸν τὸν ἐν Ἡλιουπόλει καὶ γυναικὸς οὔρῳ νίζεσθαι τὸ πρόσωπον ἥτις ἑτέρου πεῖραν ἀνδρὸς οὐκ εἴληφε, τῶν μὲν γυναικῶν ἀπὸ τῆς ἰδίας ἀρξάμενος καὶ πολλὰς ἐξετάσας οὐδεμίαν εὗρεν ἀδιάφθορον πλὴν κηπουροῦ τινος, ἣν ὑγιὴς γενόμενος ἔγημε· τὰς δʼ ἄλλας ζώσας ἐν κώμῃ τινὶ κατέκαυσεν, ἣν Αἰγύπτιοι διὰ τὸ σύμπτωμα τοῦτο προσηγόρευσαν ἱερὰν βῶλον·
但在第十年,他得到一条神谕,要他敬拜赫利奥波利斯的神明,并用一个未曾经历过其他男人的女人的尿液洗脸。 他先从自己的妻子开始,在试验了许多女人之后,除了一个园丁的妻子之外,他没有发现一个守贞的女人,他在痊愈后娶了她;而将其余的女人在某个村庄里活活烧死,埃及人因为这一事件而将该村庄称为“圣土块”。
§1.59.4τῷ δʼ ἐν Ἡλιουπόλει θεῷ τὰς χάριτας ἀπονέμων τῆς εὐεργεσίας κατὰ τὸν χρησμὸν ὀβελίσκους ἀνέθηκε δύο μονολίθους, τὸ μὲν πλάτος ὀκτώ, τὸ δὲ μῆκος πηχῶν ἑκατόν.
为了向赫利奥波利斯的神明表达对神谕恩赐的感谢,他奉献了两座单体石雕的方尖碑,其宽度为八肘,长度为一百肘。