Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.58.1-1.58.5

塞索奥西斯的骄傲、晚年与声誉

第 59 段,共 406 段 · 希腊语

内容简介

描述了塞索奥西斯国王让降服的君主们拉战车的傲慢轶事及其因失明而自杀的晚年,并通过与后世波斯国王大流士的对比展示了他永恒的荣耀。

§1.58.1πολλῶν δὲ καὶ μεγάλων περὶ τὸν Σεσόωσιν ὑπαρξάντων δοκεῖ μεγαλοπρεπέστατον αὐτῷ γεγονέναι τὸ συντελούμενον ἐν ταῖς ἐξόδοις περὶ τοὺς ἡγεμόνας.
尽管关于塞索奥西斯有许多伟大的事迹,但在他看来,最显赫的莫过于出行时对待那些统治者(被征服的君主)的方式。
§1.58.2τῶν γὰρ καταπεπολεμημένων ἐθνῶν οἵ τε τὰς συγκεχωρημένας βασιλείας ἔχοντες καὶ τῶν ἄλλων οἱ τὰς μεγίστας ἡγεμονίας παρειληφότες ἀπήντων εἰς Αἴγυπτον ἐν τακτοῖς χρόνοις φέροντες δῶρα· οὓς ὁ βασιλεὺς ἐκδεχόμενος ἐν μὲν τοῖς ἄλλοις ἐτίμα καὶ διαφερόντως προῆγεν, ὁπότε δὲ πρὸς ἱερὸν ἢ πόλιν προσιέναι μέλλοι, τοὺς ἵππους ἀπὸ τοῦ τεθρίππου λύων ὑπεζεύγνυεν ἀντὶ τούτων κατὰ τέτταρας τούς τε βασιλεῖς καὶ τοὺς ἄλλους ἡγεμόνας, ἐνδεικνύμενος, ὡς ᾤετο, πᾶσιν ὅτι τοὺς τῶν ἄλλων κρατίστους καὶ διʼ ἀρετὴν ἐπιφανεστάτους καταπολεμήσας εἰς ἅμιλλαν ἀρετῆς οὐκ ἔχει τὸν δυνάμενον συγκριθῆναι.
因为在被征服的各族中,那些保有被恩准的王位之人,以及其他继承了最大统治权的人,都会在规定的时间携带礼物来到埃及;国王接待他们时,在其他方面予以尊重并破格优待,但每当他要前往神庙或城市时,他便将马匹从四马战车上解下,取而代之的是将那些国王和其他统治者四人一组套在车前,以此向所有人表明——正如他自己所认为的那样——既然他已经征服了其他民族中在力量和德行上最杰出的强者,那么在德行的竞争中,便没有人能与他相提并论。
§1.58.3δοκεῖ δʼ οὗτος ὁ βασιλεὺς πάντας τοὺς πώποτε γενομένους ἐν ἐξουσίαις ὑπερβεβηκέναι ταῖς τε πολεμικαῖς πράξεσι καὶ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν τε ἀναθημάτων καὶ τῶν ἔργων τῶν κατεσκευασμένων κατʼ Αἴγυπτον.
这位国王似乎在军事功绩以及在埃及建造的奉纳物和工程的规模与数量上,都超越了以往所有掌权之人。
ἔτη δὲ τρία πρὸς τοῖς τριάκοντα βασιλεύσας ἐκ προαιρέσεως ἐξέλιπε τὸν βίον, ὑπολιπόντων αὐτὸν τῶν ὀμμάτων· καὶ τοῦτο πράξας οὐ μόνον παρὰ τοῖς ἱερεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Αἰγυπτίοις ἐθαυμάσθη, δόξας τῇ μεγαλοψυχίᾳ τῶν πεπραγμένων ἀκόλουθον πεποιῆσθαι τὴν τοῦ βίου καταστροφήν.
他在统治了三十三年之后,因双目失明,便自主选择结束了生命;这一举动不仅让他在神官中,也让他在其他埃及人中赢得了赞赏,因为人们认为,他使自己生命的终结与他一生事业的伟大相称。
§1.58.4ἐπὶ τοσοῦτο δʼ ἴσχυσε καὶ διέτεινε τοῖς χρόνοις ἠ δόξα τούτου τοῦ βασιλέως ὥστε τῆς Αἰγύπτου πολλαῖς γενεαῖς ὕστερον πεσούσης ὑπὸ τὴν ἐξουσίαν τῶν Περσῶν, καὶ Δαρείου τοῦ Ξέρξου πατρὸς σπουδάσαντος ἐν Μέμφει τὴν ἰδίαν εἰκόνα στῆσαι πρὸ τῆς Σεσοώσιος, ὁ μὲν ἀρχιερεὺς ἀντεῖπε λόγου προτεθέντος ἐν ἐκκλησίᾳ τῶν ἱερέων, ἀποφηνάμενος ὡς οὔπω Δαρεῖος ὑπερβέβηκε τὰς Σεσοώσιος πράξεις, ὁ δὲ βασιλεὺς οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ τοὐναντίον ἡσθεὶς ἐπὶ τῇ παρρησίᾳ σπουδάσειν ἔφησεν ὅπως κατὰ μηδὲν ἐκείνου λειφθείη βιώσας τὸν ἴσον χρόνον, καὶ παρεκάλει συγκρίνειν τὰς ἡλικιώτιδας πράξεις· τοῦτον γὰρ δικαιότατον ἔλεγχον εἶναι τῆς ἀρετῆς.
这位国王的声誉是如此强大,并在时间中流传如此久远,以至于在许多世代之后,当埃及沦入波斯人的统治之下,且薛西斯之父大流士急于在孟斐斯将自己的雕像竖立在塞索奥西斯的雕像前时,大祭司在神官会议提出这一议题时表示反对,声称大流士尚未超越塞索奥西斯的功绩;而国王(大流士)不仅没有生气,反而因其直言不讳而感到高兴,并表示,如果自己活了同样长的时间,他将努力在任何方面都不逊色于他,并请他们比较同等年龄时的功绩;因为他说,这才是对德行最公正的检验。
§1.58.5περὶ μὲν οὖν Σεσοώσιος ἀρκεσθησόμεθα τοῖς λόγοις τοῖς ῥηθεῖσιν.
关于塞索奥西斯,我们对已叙述的话语感到满意(就谈到这里)。

词汇与语法注释

  1. 1.58.1τὸ συντελούμενον ἐν ταῖς ἐξόδοις περὶ τοὺς ἡγεμόνας — 由定冠词 τὸ 引导的现在分词中性单数主格,与不完全动词 δοκεῖ 后的形容词补语 μεγαλοπρεπέστατον 一起构成主语的一部分。意为“在出行时对待那些统治者所做出的举动”。
  2. 1.58.4οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ τοὐναντίον ἡσθεὶς — 意为“不仅不……反而……”或“非但不……反而……”的惯用表达。与后文的 ἀλλὰ καί 呼应,强烈否定了预料中的消极反应(生气),并强调了积极的态度(高兴)。
  3. 1.58.4τῆς Αἰγύπτου ... πεσούσης ... καὶ Δαρείου ... σπουδάσαντος — 在由 ὥστε 引导的从句中,两个属格独立结构(genitive absolute)由 καί 并列。前面的名词(τῆς Αἰγύπτου 和 Δαρείου)分别作为其分词(πεσούσης 和 σπουδάσαντος)在语义上的主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.58.1-1.58.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.58.1-1.58.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。