§1.58.1πολλῶν δὲ καὶ μεγάλων περὶ τὸν Σεσόωσιν ὑπαρξάντων δοκεῖ μεγαλοπρεπέστατον αὐτῷ γεγονέναι τὸ συντελούμενον ἐν ταῖς ἐξόδοις περὶ τοὺς ἡγεμόνας.
セソオシスに関しては多くの偉大なことが存在したが、彼にとって最も壮麗に思われたのは、遠出の際に行政官(降伏した指導者たち)に対して行われたことであった。
§1.58.2τῶν γὰρ καταπεπολεμημένων ἐθνῶν οἵ τε τὰς συγκεχωρημένας βασιλείας ἔχοντες καὶ τῶν ἄλλων οἱ τὰς μεγίστας ἡγεμονίας παρειληφότες ἀπήντων εἰς Αἴγυπτον ἐν τακτοῖς χρόνοις φέροντες δῶρα·
なぜなら、征服された諸民族のうち、安堵された王位を保持する者たちや、その他の者で最大の支配権を継承した者たちが、定められた時期に贈り物を携えてエジプトに参集したからである。
οὓς ὁ βασιλεὺς ἐκδεχόμενος ἐν μὲν τοῖς ἄλλοις ἐτίμα καὶ διαφερόντως προῆγεν, ὁπότε δὲ πρὸς ἱερὸν ἢ πόλιν προσιέναι μέλλοι, τοὺς ἵππους ἀπὸ τοῦ τεθρίππου λύων ὑπεζεύγνυεν ἀντὶ τούτων κατὰ τέτταρας τούς τε βασιλεῖς καὶ τοὺς ἄλλους ἡγεμόνας, ἐνδεικνύμενος, ὡς ᾤετο, πᾶσιν ὅτι τοὺς τῶν ἄλλων κρατίστους καὶ διʼ ἀρετὴν ἐπιφανεστάτους καταπολεμήσας εἰς ἅμιλλαν ἀρετῆς οὐκ ἔχει τὸν δυνάμενον συγκριθῆναι.
王は彼らを迎え入れて他の点では敬意を表し、格別に厚遇したが、神殿や都市に近づこうとするときには、四頭立ての戦車から馬を外し、その代わりにこれらの王や他の指導者たちを四人ずつ繋いだ。 それは、自ら信じていたように、他国の最も強力で力量によって最も卓越した者たちを征服した以上、力量の競い合いにおいて自分と比較され得る者は誰もいないということを、すべての人に示すためであった。
§1.58.3δοκεῖ δʼ οὗτος ὁ βασιλεὺς πάντας τοὺς πώποτε γενομένους ἐν ἐξουσίαις ὑπερβεβηκέναι ταῖς τε πολεμικαῖς πράξεσι καὶ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν τε ἀναθημάτων καὶ τῶν ἔργων τῶν κατεσκευασμένων κατʼ Αἴγυπτον.
この王は、かつて権力の座にあったすべての人々を、軍事的な業績においても、エジプトに造られた奉納物や建造物の規模と多さにおいても超越していたと思われる。
ἔτη δὲ τρία πρὸς τοῖς τριάκοντα βασιλεύσας ἐκ προαιρέσεως ἐξέλιπε τὸν βίον, ὑπολιπόντων αὐτὸν τῶν ὀμμάτων·
彼は三十三年間統治した後、視力が衰えたため、自らの意志で人生を終えた。
καὶ τοῦτο πράξας οὐ μόνον παρὰ τοῖς ἱερεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Αἰγυπτίοις ἐθαυμάσθη, δόξας τῇ μεγαλοψυχίᾳ τῶν πεπραγμένων ἀκόλουθον πεποιῆσθαι τὴν τοῦ βίου καταστροφήν.
そしてこの行動により、彼は神官たちからだけでなく、他のエジプト人たちからも称賛された。 その生涯の最期を、自らの成し遂げたことの偉大さにふさわしい形で締めくくったと考えられたからである。
§1.58.4ἐπὶ τοσοῦτο δʼ ἴσχυσε καὶ διέτεινε τοῖς χρόνοις ἠ δόξα τούτου τοῦ βασιλέως ὥστε τῆς Αἰγύπτου πολλαῖς γενεαῖς ὕστερον πεσούσης ὑπὸ τὴν ἐξουσίαν τῶν Περσῶν, καὶ Δαρείου τοῦ Ξέρξου πατρὸς σπουδάσαντος ἐν Μέμφει τὴν ἰδίαν εἰκόνα στῆσαι πρὸ τῆς Σεσοώσιος, ὁ μὲν ἀρχιερεὺς ἀντεῖπε λόγου προτεθέντος ἐν ἐκκλησίᾳ τῶν ἱερέων, ἀποφηνάμενος ὡς οὔπω Δαρεῖος ὑπερβέβηκε τὰς Σεσοώσιος πράξεις, ὁ δὲ βασιλεὺς οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ τοὐναντίον ἡσθεὶς ἐπὶ τῇ παρρησίᾳ σπουδάσειν ἔφησεν ὅπως κατὰ μηδὲν ἐκείνου λειφθείη βιώσας τὸν ἴσον χρόνον, καὶ παρεκάλει συγκρίνειν τὰς ἡλικιώτιδας πράξεις·
この王の栄光はきわめて強力であり、時を経ても衰えなかったため、何世代も後にエジプトがペルシア人の支配下に下り、クセルクセスの父ダレイオスがメンフィスにおいて、セソオシスの像の前に自身の像を立てようと熱望した際にも、大神官は神官たちの集会でその件が提案されたときに反対し、ダレイオスはまだセソオシスの業績を超越していないと言明した。 そして王(ダレイオス)は、怒るどころか、かえってその率直な物言いに喜び、同じだけの期間を生きた暁にはいかなる点でも彼に後れを取らないように努めるつもりだと述べ、同じ年齢における業績を比較するよう求めた。
τοῦτον γὰρ δικαιότατον ἔλεγχον εἶναι τῆς ἀρετῆς.
それこそが、力量に対する最も公正な検証であると言ったからである。
§1.58.5περὶ μὲν οὖν Σεσοώσιος ἀρκεσθησόμεθα τοῖς λόγοις τοῖς ῥηθεῖσιν.
さて、セソオシスについては、これまでに語られた言葉をもって十分とすることにしよう。