§1.57.1ὁ δʼ οὖν Σεσόωσις χώματα πολλὰ καὶ μεγάλα κατασκευάσας τὰς πόλεις εἰς ταῦτα μετῴκισεν, ὅσαι μὴ φυσικῶς τὸ ἔδαφος ἐτύγχανον ἐπηρμένον ἔχουσαι, ὅπως κατὰ τὰς πληρώσεις τοῦ ποταμοῦ καταφυγὰς ἔχωσιν ἀκινδύνους οἵ τε ἄνθρωποι καὶ τὰ κτήνη.
总之,塞索奥西斯建造了许多巨大的土堤,并将所有地面并非自然升高的城市都搬迁到这些土堤之上,以便在河流泛滥时,人类和家畜都能有安全的避难所。
§1.57.2κατὰ πᾶσαν δὲ τὴν χώραν τὴν ἀπὸ Μέμφεως ἐπὶ θάλατταν ὤρυξε πυκνὰς ἐκ τοῦ ποταμοῦ διώρυχας, ἵνα τὰς μὲν συγκομιδὰς τῶν καρπῶν ποιῶνται συντόμως καὶ ῥᾳδίως, ταῖς δὲ πρὸς ἀλλήλους τῶν λαῶν ἐπιμιξίαις καὶ πᾶσι τοῖς τόποις ὑπάρχῃ ῥᾳστώνη καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν πολλὴ δαψίλεια· τὸ δὲ μέγιστον, πρὸς τὰς τῶν πολεμίων ἐφόδους ὀχυρὰν καὶ δυσέμβολον ἐποίησε τὴν χώραν·
他还在从孟斐斯到大海的整个地区,从河流中开凿了密集的运河,以便人们能够迅速而轻松地收获作物,并使人们的相互交往以及所有地方都获得便利,且享有非常丰富的享乐之物;而最重要的是,他使这个国家在面对敌人的袭击时变得坚固且难以入侵。
§1.57.3τὸν γὰρ πρὸ τοῦ χρόνον ἡ κρατίστη τῆς Αἰγύπτου πᾶσα σχεδὸν ἱππάσιμος οὖσα καὶ ταῖς συνωρίσιν εὔβατος ἀπʼ ἐκείνου τοῦ χρόνου διὰ τὸ πλῆθος τῶν ἐκ τοῦ ποταμοῦ διωρύχων δυσεφοδωτάτη γέγονεν.
因为在此之前,埃及最肥沃的几乎整片土地都可以骑马通行,且易于用双马战车穿越,但自那时起,由于来自河流的运河数量众多,它变得极难通行。
§1.57.4ἐτείχισε δὲ καὶ τὴν πρὸς ἀνατολὰς νεύουσαν πλευρὰν τῆς Αἰγύπτου πρὸς τὰς ἀπὸ τῆς Συρίας καὶ τῆς Ἀραβίας ἐμβολὰς ἀπὸ Πηλουσίου μέχρι Ἡλιουπόλεως διὰ τῆς ἐρήμου, τὸ μῆκος ἐπὶ σταδίους χιλίους καὶ πεντακοσίους.
他还给埃及朝东的一面修筑了城墙,以防御来自叙利亚和阿拉伯的侵入,从佩鲁西翁穿过沙漠直到赫里奥波里斯,长度达一千五百斯塔迪翁。
§1.57.5ἐναυπηγήσατο δὲ καὶ πλοῖον κέδρινον τὸ μὲν μῆκος πηχῶν διακοσίων καὶ ὀγδοήκοντα, τὴν δʼ ἐπιφάνειαν ἔχον τὴν μὲν ἔξωθεν ἐπίχρυσον, τὴν δʼ ἔνδοθεν κατηργυρωμένην· καὶ τοῦτο μὲν ἀνέθηκε τῷ θεῷ τῷ μάλιστα ἐν Θήβαις τιμωμένῳ, δύο τε λιθίνους ὀβελίσκους ἐκ τοῦ σκληροῦ λίθου πηχῶν τὸ ὕψος εἴκοσι πρὸς τοῖς ἑκατόν, ἐφʼ ὧν ἐπέγραψε τό τε μέγεθος τῆς δυνάμεως καὶ τὸ πλῆθος τῶν προσόδων καὶ τὸν ἀριθμὸν τῶν καταπολεμηθέντων ἐθνῶν· ἐν Μέμφει δʼ ἐν τῷ τοῦ Ἡφαίστου ἱερῷ μονολίθους εἰκόνας ἑαυτοῦ τε καὶ τῆς γυναικὸς τὸ ὕψος τριάκοντα πηχῶν, τῶν δʼ υἱῶν εἴκοσι πηχῶν, διὰ σύμπτωμα τοιόνδε.
他还建造了一艘杉木船,长度为二百八十希腊尺(培基斯),外表面镀金,内表面镀银;他将这艘船献给了在底比斯最受尊敬的神,并献上了两根由坚硬石头制成、高度为一百二十希腊尺的石质方尖碑,他在碑上刻下了自己力量的伟大、税收的数额以及被征服民族的数量;而在孟斐斯的赫菲斯托斯神庙中,他竖立了他自己和妻子的单体石像,高度为三十希腊尺,以及他儿子们的石像,高度为二十希腊尺,这是因为如下性质的事件。
§1.57.6ἐκ τῆς μεγάλης στρατείας ἀνακάμψαντος εἰς Αἴγυπτον τοῦ Σεσοώσιος καὶ διατρίβοντος περὶ τὸ Πηλούσιον, ἑστιῶν αὐτὸν ὁ ἀδελφὸς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἐπιβουλὴν συνεστήσατο· ἀναπαυσαμένων γὰρ αὐτῶν ἀπὸ τῆς μέθης, ἔχων καλάμου ξηροῦ πλῆθος ἐκ χρόνου παρεσκευασμένον, καὶ τοῦτο νυκτὸς τῇ σκηνῇ περιθείς, ἐνέπρησεν.
当塞索奥西斯结束大远征返回埃及并逗留在佩鲁西翁附近时,他的兄弟在设宴款待他以及他的妻子和孩子们的同时,策划了一场阴谋;在他们醉酒后休息时,他的兄弟利用早已准备好的大量干芦苇,在夜间将其围在帐篷周围并放火焚烧。
§1.57.7ἄφνω δὲ τοῦ πυρὸς ἐκλάμψαντος οἱ μὲν ἐπὶ τῆς θεραπείας τοῦ βασιλέως τεταγμένοι παρεβοήθουν ἀγεννῶς ὡς ἂν οἰνωμένοι, ὁ δὲ Σεσόωσις ἀμφοτέρας τὰς χεῖρας ἀνατείνας καὶ ὑπὲρ τῆς σωτηρίας τῶν τε παίδων καὶ τῆς γυναικὸς τοῖς θεοῖς εὐξάμενος διεξέπεσε διὰ τῆς φλογός.
大火突然燃起时,那些负责侍奉国王的人因为大概喝醉了,救援行动十分不力,但塞索奥西斯举起双手,向神明祈求孩子们和妻子的平安,随后冲出火焰逃生。
§1.57.8σωθεὶς δὲ παραδόξως τοὺς ἄλλους θεοὺς ἐτίμησεν ἀναθήμασι, καθότι προείρηται, πάντων δὲ μάλιστα τὸν Ἥφαιστον, ὡς ὑπὸ τούτου τετευχὼς τῆς σωτηρίας.
奇迹般获救后,他如前所述通过献纳敬奉了其他神明,但最崇敬的是赫菲斯托斯,认为正是通过他才获得了拯救。