§1.57.1ὁ δʼ οὖν Σεσόωσις χώματα πολλὰ καὶ μεγάλα κατασκευάσας τὰς πόλεις εἰς ταῦτα μετῴκισεν, ὅσαι μὴ φυσικῶς τὸ ἔδαφος ἐτύγχανον ἐπηρμένον ἔχουσαι, ὅπως κατὰ τὰς πληρώσεις τοῦ ποταμοῦ καταφυγὰς ἔχωσιν ἀκινδύνους οἵ τε ἄνθρωποι καὶ τὰ κτήνη.
ὁ δʼ οὖν Σεσόωσις χώματα πολλά καί μεγάλα κατασκευάσας τάς πόλεις εἰς ταῦτα μετῴκισεν, ὅσαι μή φυσικῶς τό ἔδαφος ἐτύγχανον ἐπηρμένον ἔχουσαι, ὅπως κατά τάς πληρώσεις τοῦ ποταμοῦ καταφυγάς ἔχωσιν ἀκινδύνους οἵ τε ἄνθρωποι καί τά κτήνη. ともあれセソオシスは、多くの巨大な土手を築き、土地が自然に高くなっていない都市をすべてその上に移転させた。 それは、川の氾濫期に人間も家畜も危険のない避難所を得られるようにするためであった。
§1.57.2κατὰ πᾶσαν δὲ τὴν χώραν τὴν ἀπὸ Μέμφεως ἐπὶ θάλατταν ὤρυξε πυκνὰς ἐκ τοῦ ποταμοῦ διώρυχας, ἵνα τὰς μὲν συγκομιδὰς τῶν καρπῶν ποιῶνται συντόμως καὶ ῥᾳδίως, ταῖς δὲ πρὸς ἀλλήλους τῶν λαῶν ἐπιμιξίαις καὶ πᾶσι τοῖς τόποις ὑπάρχῃ ῥᾳστώνη καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν πολλὴ δαψίλεια· τὸ δὲ μέγιστον, πρὸς τὰς τῶν πολεμίων ἐφόδους ὀχυρὰν καὶ δυσέμβολον ἐποίησε τὴν χώραν·
κατά πᾶσαν δέ τήν χώραν τήν ἀπό Μέμφεως ἐπί θάλατταν ὤρυξε πυκνάς ἐκ τοῦ ποταμοῦ διώρυχας, ἵνα τάς μέν συγκομιδάς τῶν καρπῶν ποιῶνται συντόμως καί ῥᾳδίως, ταῖς δέ πρός ἀλλήλους τῶν λαῶν ἐπιμιξίαις καί πᾶσι τοῖς τόποις ὑπάρχῃ ῥᾳστώνη καί πάντων τῶν πρός ἀπόλαυσιν πολλή δαψίλεια· τό δέ μέγιστον, πρός τάς τῶν πολεμίων ἐφόδους ὀχυράν καί δυσέμβολον ἐποίησε τήν χώραν· また、彼はメンフィスから海に至る全地域にわたって、川から無数の運河を掘った。 それは、作物の収穫を迅速かつ容易に行えるようにするため、また人々が互いに交流することやあらゆる地域にとって利便性が生まれ、享受すべきあらゆるものが豊かに満ちあふれるようにするためであった。 そして最も重要なことには、敵の襲撃に対して国を堅固で侵入困難なものにした。
§1.57.3τὸν γὰρ πρὸ τοῦ χρόνον ἡ κρατίστη τῆς Αἰγύπτου πᾶσα σχεδὸν ἱππάσιμος οὖσα καὶ ταῖς συνωρίσιν εὔβατος ἀπʼ ἐκείνου τοῦ χρόνου διὰ τὸ πλῆθος τῶν ἐκ τοῦ ποταμοῦ διωρύχων δυσεφοδωτάτη γέγονεν.
τόν γάρ πρό τοῦ χρόνον ἡ κρατίστη τῆς Αἰγύπτου πᾶσα σχεδόν ἱππάσιμος οὖσα καί ταῖς συνωρίσιν εὔβατος ἀπʼ ἐκείνου τοῦ χρόνου διά τό πλῆθος τῶν ἐκ τοῦ ποταμοῦ διωρύχων δυσεφοδωτάτη γέγονεν. それというのも、それ以前の時代には、エジプトの最も肥沃な全土がほぼ馬で行き来でき、二頭立て馬車で容易に通れたのだが、その時以来、川からの運河が多数あるために、きわめて侵入困難なものとなったからである。
§1.57.4ἐτείχισε δὲ καὶ τὴν πρὸς ἀνατολὰς νεύουσαν πλευρὰν τῆς Αἰγύπτου πρὸς τὰς ἀπὸ τῆς Συρίας καὶ τῆς Ἀραβίας ἐμβολὰς ἀπὸ Πηλουσίου μέχρι Ἡλιουπόλεως διὰ τῆς ἐρήμου, τὸ μῆκος ἐπὶ σταδίους χιλίους καὶ πεντακοσίους.
ἐτείχισε δέ καί τήν πρός ἀνατολάς νεύουσαν πλευράν τῆς Αἰγύπτου πρός τὰς ἀπὸ τῆς Συρίας καὶ τῆς Ἀραβίας ἐμβολὰς ἀπὸ Πηλουσίου μέχρι Ἡλιουπόλεως διά τῆς ἐρήμου, τό μῆκος ἐπί σταδίους χιλίους καί πεντακοσίους. 彼はまた、シリアやアラビアからの侵入に備えて、エジプトの東に面した側を、ペルシオンからヘリオポリスに至る砂漠を横切って、長さ千五百スタディオンにわたって城壁で囲んだ。
§1.57.5ἐναυπηγήσατο δὲ καὶ πλοῖον κέδρινον τὸ μὲν μῆκος πηχῶν διακοσίων καὶ ὀγδοήκοντα, τὴν δʼ ἐπιφάνειαν ἔχον τὴν μὲν ἔξωθεν ἐπίχρυσον, τὴν δʼ ἔνδοθεν κατηργυρωμένην· καὶ τοῦτο μὲν ἀνέθηκε τῷ θεῷ τῷ μάλιστα ἐν Θήβαις τιμωμένῳ, δύο τε λιθίνους ὀβελίσκους ἐκ τοῦ σκληροῦ λίθου πηχῶν τὸ ὕψος εἴκοσι πρὸς τοῖς ἑκατόν, ἐφʼ ὧν ἐπέγραψε τό τε μέγεθος τῆς δυνάμεως καὶ τὸ πλῆθος τῶν προσόδων καὶ τὸν ἀριθμὸν τῶν καταπολεμηθέντων ἐθνῶν· ἐν Μέμφει δʼ ἐν τῷ τοῦ Ἡφαίστου ἱερῷ μονολίθους εἰκόνας ἑαυτοῦ τε καὶ τῆς γυναικὸς τὸ ὕψος τριάκοντα πηχῶν, τῶν δʼ υἱῶν εἴκοσι πηχῶν, διὰ σύμπτωμα τοιόνδε.
ἐναυπηγήσατο δέ καί πλοῖον κέδρινον τό μέν μῆκος πηχῶν διακοσίων καί ὀγδοήκοντα, τήν δʼ ἐπιφάνειαν ἔχον τήν μέν ἔξωθεν ἐπίχρυσον, τήν δʼ ἔνδοθεν κατηργυρωμένην· καί τοῦτο μέν ἀνέθηκε τῷ θεῷ τῷ μάλιστα ἐν Θήβαις τιμωμένῳ, δύο τε λιθίνους ὀβελίσκους ἐκ τοῦ σκληροῦ λίθου πηχῶν τό ὕψος εἴκοσι πρός τοῖς ἑκατόν, ἐφʼ ὧν ἐπέγραψε τό τε μέγεθος τῆς δυνάμεως καί τό πλῆθος τῶν προσόδων καί τόν ἀριθμόν τῶν καταπολεμηθέντων ἐθνῶν· ἐν Μέμφει δʼ ἐν τῷ τοῦ Ἡφαίστου ἱερῷ μονολίθους εἰκόνας ἑαυτοῦ τε καί τῆς γυναικός τό ὕψος τριάκοντα πηχῶν, τῶν δʼ υἱῶν εἴκοσι πηχῶν, διά σύμπτωμα τοιόνδε. さらに、彼は長さ二百八十ペキス、外側は金メッキ、内側は銀メッキの施された杉の船を建造した。 そしてこれをテーバイで最も崇拝されている神に捧げ、また硬い石でできた高さ百二十ペキスの二本の石造りのオベリスクを捧げ、それらの上に自身の権力の偉大さ、収入の多さ、征服した諸民族の数を刻んだ。 さらにメンフィスのヘファイストス神殿には、次のような出来事のために、自身と妻の高さ三十ペキス、息子たちの高さ二十ペキスの単一石からなる像を設置した。
§1.57.6ἐκ τῆς μεγάλης στρατείας ἀνακάμψαντος εἰς Αἴγυπτον τοῦ Σεσοώσιος καὶ διατρίβοντος περὶ τὸ Πηλούσιον, ἑστιῶν αὐτὸν ὁ ἀδελφὸς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἐπιβουλὴν συνεστήσατο· ἀναπαυσαμένων γὰρ αὐτῶν ἀπὸ τῆς μέθης, ἔχων καλάμου ξηροῦ πλῆθος ἐκ χρόνου παρεσκευασμένον, καὶ τοῦτο νυκτὸς τῇ σκηνῇ περιθείς, ἐνέπρησεν.
ἐκ τῆς μεγάλης στρατείας ἀνακάμψαντος εἰς Αἴγυπτον τοῦ Σεσοώσιος καί διατρίβοντος περί τό Πηλούσιον, ἑστιῶν αὐτόν ὁ ἀδελφός μετά τῆς γυναικός καί τῶν τέκνων ἐπιβουλήν συνεστήσατο· ἀναπαυσαμένων γάρ αὐτῶν ἀπό τῆς μέθης, ἔχων καλάμου ξηροῦ πλῆθος ἐκ χρόνου παρεσκευασμένον, καί τοῦτο νυκτός τῇ σκηνῇ περιθείς, ἐνέπρησεν. セソオシスが大遠征からエジプトに帰還し、ペルシオン付近に滞在していたとき、彼の兄弟が彼を妻や子供たちと共に歓待しつつ、陰謀を企てた。 すなわち、彼らが酔いから覚めて休んでいたところ、あらかじめ用意しておいた大量の乾燥した葦を夜の間に天幕の周りに配置し、それに火を放ったのである。
§1.57.7ἄφνω δὲ τοῦ πυρὸς ἐκλάμψαντος οἱ μὲν ἐπὶ τῆς θεραπείας τοῦ βασιλέως τεταγμένοι παρεβοήθουν ἀγεννῶς ὡς ἂν οἰνωμένοι, ὁ δὲ Σεσόωσις ἀμφοτέρας τὰς χεῖρας ἀνατείνας καὶ ὑπὲρ τῆς σωτηρίας τῶν τε παίδων καὶ τῆς γυναικὸς τοῖς θεοῖς εὐξάμενος διεξέπεσε διὰ τῆς φλογός.
ἄφνω δέ τοῦ πυρός ἐκλάμψαντος οἱ μέν ἐπί τῆς θεραπείας τοῦ βασιλέως τεταγμένοι παρεβοήθουν ἀγεννῶς ὡς ἄν οἰνωμένοι, ὁ δέ Σεσόωσις ἀμφοτέρας τάς χεῖρας ἀνατείνας καί ὑπέρ τῆς σωτηρίας τῶν τε παίδων καί τῆς γυναικός τοῖς θεοῖς εὐξάμενος διεξέπεσε διά τῆς φλογός. 突然火が燃え上がると、王の身の回りの世話をするために配置されていた者たちは、酒に酔っていたためにおそらく不甲斐なくしか助けようとしなかった。 しかしセソオシスは、両手を差し伸べ、子供たちと妻の命を救うよう神々に祈ると、炎の中を突き抜けて脱出した。
§1.57.8σωθεὶς δὲ παραδόξως τοὺς ἄλλους θεοὺς ἐτίμησεν ἀναθήμασι, καθότι προείρηται, πάντων δὲ μάλιστα τὸν Ἥφαιστον, ὡς ὑπὸ τούτου τετευχὼς τῆς σωτηρίας.
σωθείς δέ παραδόξως τούς ἄλλους θεούς ἐτίμησεν ἀναθήμασι, καθότι προείρηται, πάντων δέ μάλιστα τόν Ἥφαιστον, ὡς ὑπό τούτου τετευχώς τῆς σωτηρίας. 奇跡的に助かった彼は、前述の通り他の神々を奉納物によって敬ったが、とりわけヘファイストスを最も崇拝した。 彼によって救いを与えられたと考えたからである。