§1.56.1ὁ δὲ Σεσόωσις ἀποστήσας τὰ πλήθη ἀπὸ τῶν πολεμικῶν ἔργων τοῖς μὲν συνανδραγαθήσασι συνεχώρησε τὴν ῥᾳστώνην καὶ τὴν ἀπόλαυσιν τῶν κατακτηθέντων ἀγαθῶν, αὐτὸς δὲ φιλόδοξος ὢν καὶ τῆς εἰς τὸν αἰῶνα μνήμης ὀρεγόμενος κατεσκεύασεν ἔργα μεγάλα καὶ θαυμαστὰ ταῖς ἐπινοίαις καὶ ταῖς χορηγίαις, ἑαυτῷ μὲν ἀθάνατον περιποιοῦντα δόξαν, τοῖς δʼ Αἰγυπτίοις τὴν εἰς ἅπαντα τὸν χρόνον ἀσφάλειαν μετὰ ῥᾳστώνης.
塞索奥西斯让民众免于军事劳役,允许那些与他共同英勇作战的人享受闲暇并享用所获得的财富;他自己因热爱名望并渴望永世的纪念,便在构想和费用上建造了伟大而令人惊叹的工程,这些工程为他自己带来了不朽的名声,也为埃及人带来了伴随着安逸的永恒安全。
§1.56.2πρῶτον μὲν γὰρ ἀπὸ θεῶν ἀρξάμενος ᾠκοδόμησεν ἐν πάσαις ταῖς κατʼ Αἴγυπτον πόλεσιν ἱερὸν θεοῦ τοῦ μάλιστα παρʼ ἑκάστοις τιμωμένου.
因为他首先从神灵开始,在埃及所有的城市中,为各地最受尊崇的神建造了一座神庙。
πρὸς δὲ τὰς ἐργασίας τῶν μὲν Αἰγυπτίων οὐδένα παρέλαβε, διʼ αὐτῶν δὲ τῶν αἰχμαλώτων ἅπαντα κατεσκεύασε· διόπερ ἐπὶ πᾶσι τοῖς ἱεροῖς ἐπέγραψεν ὡς οὐδεὶς ἐγχώριος εἰς αὐτὰ μεμόχθηκε.
对于这些劳役,他没有动用任何一个埃及人,而是完全通过俘虏们自己来建造;因此,他在所有的神庙上都刻上铭文,说明没有当地人为这些建筑流汗出力。
§1.56.3λέγεται δὲ τῶν αἰχμαλώτων τοὺς ἐκ τῆς Βαβυλωνίας ἁλόντας ἀποστῆναι τοῦ βασιλέως, μὴ δυναμένους φέρειν τὰς ἐν τοῖς ἔργοις ταλαιπωρίας· οὓς καταλαβομένους παρὰ τὸν ποταμὸν χωρίον καρτερὸν διαπολεμεῖν τοῖς Αἰγυπτίοις καὶ τὴν σύνεγγυς χώραν καταφθείρειν, τέλος δὲ δοθείσης ἀδείας αὐτοῖς κατοικῆσαι τὸν τόπον, ὃν καὶ ἀπὸ τῆς πατρίδος Βαβυλῶνα προσαγορεῦσαι.
据说,在俘虏中,那些从巴比伦尼亚被捕的人因无法承受劳役的艰辛而背叛了国王;他们占领了沿河的一处险要之地,与埃及人交战并破坏附近的地方,但最终,在获得了免责后,他们定居在该地,并根据自己的家乡将其命名为巴比伦。
§1.56.4δι’ αἰτίας δὲ παραπλησίους φασὶν ὠνομάσθαι καὶ τὴν Τροίαν τὴν ἔτι νῦν οὖσαν παρὰ τὸν Νεῖλον· τὸν μὲν γὰρ Μενέλαον ἐξ Ἰλίου πλέοντα μετὰ πολλῶν αἰχμαλώτων παραβαλεῖν εἰς Αἴγυπτον, τοὺς δὲ Τρῶας ἀποστάντας αὐτοῦ καταλαβέσθαι τινὰ τόπον καὶ διαπολεμῆσαι μέχρι ὅτου συγχωρηθείσης αὐτοῖς τῆς ἀσφαλείας ἔκτισαν πόλιν, ἣν ὁμώνυμον αὐτοὺς ποιῆσαι τῇ πατρίδι.
据说,由于类似的原因,至今仍存在于尼罗河畔的特洛伊也得到了命名;因为梅内劳斯带着许多俘虏从伊利昂航行至埃及,而特洛伊人背叛了他,占领了某个地方并持续作战,直到他们获得安全保证后,建立了一座城市,并使其与他们的祖国同名。
§1.56.5οὐκ ἀγνοῶ δʼ ὅτι περὶ τῶν εἰρημένων πόλεων Κτησίας ὁ Κνίδιος διαφόρως ἱστόρησε, φήσας τῶν μετὰ Σεμιράμιδος παραβαλόντων εἰς Αἴγυπτόν τινας ἐκτικέναι ταύτας, ἀπὸ τῶν ἰδίων πατρίδων θεμένους τὴν προσηγορίαν.
然而,我并非不知道,关于上述城市,克尼多斯的克特西亚斯有着不同的记载,他说这些城市是由随同塞米拉米斯来到埃及的人中的一部分人所建立的,并以他们自己的家乡命名。
§1.56.6περὶ δὲ τούτων τὸ μὲν ἀληθὲς ἐκθέσθαι μετὰ ἀκριβείας οὐ ῥᾴδιον, τὸ δʼ ἀναγραφῆς ἀξιῶσαι τὰ διαφωνούμενα παρὰ τοῖς συγγραφεῦσιν ἀναγκαῖον, ὅπως ἀκέραιος ἡ περὶ τῆς ἀληθείας κρίσις ἀπολείπηται. τοῖς ἀναγινώσκουσιν.
关于这些事情,要精确地陈述事实并非易事,但有必要将历史学家之间的分歧记录下来,以便将关于真实的无偏判断留给读者。