Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.52.1-1.52.6

莫伊里斯湖的水利调节与湖中金字塔

第 53 段,共 406 段 · 希腊语

内容简介

文中记述了莫伊里斯王通过运河与昂贵的水闸进行水位调节的系统,其在湖中心建造的陵墓与双金字塔,以及湖中丰富鱼类资源所带来的巨大税收。

§1.52.1ἐπειδὴ γὰρ ὁ μὲν Νεῖλος οὐχ ὡρισμένας ἐποιεῖτο τὰς ἀναβάσεις, ἡ δὲ χώρα τὴν εὐκαρπίαν παρεσκεύαζεν ἀπὸ τῆς ἐκείνου συμμετρίας, εἰς ὑποδοχὴν τοῦ πλεονάζοντος ὕδατος ὤρυξε τὴν λίμνην, ὅπως μήτε διὰ τὸ πλῆθος τῆς ῥύσεως ἐπικλύζων ἀκαίρως τὴν χώραν ἕλη καὶ λίμνας κατασκευάζῃ, μήτʼ ἐλάττω τοῦ συμφέροντος τὴν πλήρωσιν ποιούμενος τῇ λειψυδρίᾳ τοὺς καρποὺς λυμαίνηται.
因为尼罗河的涨水并无固定规律,而该国则依靠其适度的涨水来获得丰收,所以他开挖了这座湖泊以接纳多余的水量,使之既不至于因水流过大而适得其反地淹没国土并造成沼泽与湖泊,也不至于因蓄水量少于所需而因缺水损毁作物。
§1.52.2καὶ διώρυχα μὲν ἐκ τοῦ ποταμοῦ κατεσκεύασεν εἰς τὴν λίμνην ὀγδοήκοντα μὲν σταδίων τὸ μῆκος, τρίπλεθρον δὲ τὸ πλάτος· διὰ δὲ ταύτης ποτὲ μὲν δεχόμενος τὸν ποταμόν, ποτὲ δʼ ἀποστρέφων, παρείχετο τοῖς γεωργοῖς τὴν τῶν ὑδάτων εὐκαιρίαν, ἀνοιγομένου τοῦ στόματος καὶ πάλιν κλειομένου φιλοτέχνως καὶ πολυδαπάνως· οὐκ ἐλάττω γὰρ τῶν πεντήκοντα ταλάντων δαπανᾶν ἦν ἀνάγκη τὸν ἀνοῖξαι βουλόμενον ἢ κλεῖσαι τὸ προειρημένον κατασκεύασμα
他又建造了一条从河流通往湖泊的运河,长八十斯塔德,宽三普勒特隆;通过这条运河,他时而引入河水,时而将其引开,从而为农民提供了适时利用水源的便利,其水口的开合技术高超且造价昂贵;因为凡是想要开启或关闭前述设施的人,都必须花费不少于五十塔兰同。
§1.52.3διαμεμένηκε δʼ ἡ λίμνη τὴν εὐχρηστίαν παρεχομένη τοῖς κατʼ Αἴγυπτον ἕως τῶν καθʼ ἡμᾶς χρόνων, καὶ τὴν προσηγορίαν ἀπὸ τοῦ κατασκευάσαντος ἔχει, §1.52.4καλουμένη μέχρι τοῦ νῦν Μοίριδος λίμνη.
这座湖泊一直留存至今,为埃及人提供着便利,并以其建造者的名字命名,直到今天仍被称为莫伊里斯湖。
ὁ δʼ οὖν βασιλεὺς ὀρύττων ταύτην κατέλιπεν ἐν μέσῃ τόπον, ἐν ᾧ τάφον ᾠκοδόμησε καὶ δύο πυραμίδας, τὴν μὲν ἑαυτοῦ, τὴν δὲ τῆς γυναικός, σταδιαίας τὸ ὕψος, ἐφʼ ὧν ἐπέστησεν εἰκόνας λιθίνας καθημένας ἐπὶ θρόνου, νομίζων διὰ τούτων τῶν ἔργων ἀθάνατον ἑαυτοῦ καταλείψειν τὴν ἐπʼ ἀγαθῷ μνήμην.
无论如何,国王在开挖这座湖泊时,在湖中心留出了一块地方,并在那里建造了一座陵墓和两座金字塔,一座为他自己,另一座为他的妻子,其高度达一斯塔德,在金字塔上,他安置了坐在宝座上的石像,认为通过这些工程,他将为自己的善行留下不朽的纪念。
§1.52.5τὴν δʼ ἐκ τῆς λίμνης ἀπὸ τῶν ἰχθύων γινομένην πρόσοδον ἔδωκε τῇ γυναικὶ πρὸς μύρα καὶ τὸν ἄλλον καλλωπισμόν, φερούσης τῆς θήρας ἀργυρίου τάλαντον ἑκάστης ἡμέρας·
他将湖中捕鱼所得的收益赐予妻子,用于购买香油和其他饰物,因为每日的捕捞能带来一塔兰同白银。
§1.52.6εἴκοσι γὰρ καὶ δύο γένη τῶν κατʼ αὐτήν φασιν ἰχθύων εἶναι, καὶ τοσοῦτον αὐτῶν ἁλίσκεσθαι πλῆθος ὥστε τοὺς προσκαρτεροῦντας ταῖς ταριχείαις ὄντας παμπληθεῖς δυσχερῶς περιγίνεσθαι τῶν ἔργων.
因为据说湖中有二十二种鱼类,捕获的数量如此之多,以至于那些专门从事鱼肉腌制的人虽然人数极多,却也难以应付这些工作。
περὶ μὲν οὖν Μοίριδος τοσαῦθʼ ἱστοροῦσιν Αἰγύπτιοι.
关于莫伊里斯,埃及人便记述了这么多。

词汇与语法注释

  1. §1.52.1ἐπικλύζων... ποιούμενος — 在由连词 ὅπως 引导的目的从句中,动词 κατασκευάζῃ 和 λυμαίνηται 的主语是主句的主语国王(莫伊里斯)。主格分词 ἐπικλύζων(以及随后的 ποιούμενος)与此主语一致,强调了国王的主动行为(即,他不至于因管理不善而导致淹水或缺水)。
  2. §1.52.2ἀνοιγομένου τοῦ στόματος καὶ πάλιν κλειομένου — 这是一个以名词 τοῦ στόματος 为逻辑主语的属格独立结构,现在分词被动态 ἀνοιγομένου 和 κλειομένου 描述了运河水口反复且持续开合的伴随状况。
  3. §1.52.4σταδιαίας τὸ ὕψος — 形容词 σταδιαίας 为阴性复数宾格,与前方的名词 δύο πυραμίδας 一致。而 τὸ ὕψος 是表示视角的宾格(关系宾格),构成“在高度上达一斯塔德”的意思。
  4. §1.52.6δυσχερῶς περιγίνεσθαι τῶν ἔργων — 动词 περιγίνεσθαι 支配属格,因此 τῶν ἔργων(中性复数属格)作为其宾语。其意思是“克服或完成工作”,整体构成了结果从句(ὥστε + 不定词),意为“他们难以完成这些工作”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.52.1-1.52.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.52.1-1.52.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。