Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.51.1-1.51.7

孟斐斯宫殿与埃及陵墓及莫伊里斯湖

第 52 段,共 406 段 · 希腊语

内容简介

叙述了乌科雷乌斯建造孟斐斯宫殿的过程,以及埃及人重墓轻屋的生死观。同时介绍了由国王之女而来的城市名称和埃勃托斯传说,以及后代国王莫伊里斯建造巨大人工湖的壮举。

§1.51.1ὁ δὲ τὴν Μέμφιν κτίσας μετὰ τὴν τοῦ χώματος καὶ τῆς λίμνης κατασκευὴν ᾠκοδόμησε βασίλεια τῶν μὲν παρὰ τοῖς ἄλλοις οὐ λειπόμενα, τῆς δὲ τῶν προβασιλευσάντων μεγαλοψυχίας καὶ φιλοκαλίας οὐκ ἄξια.
孟斐斯的创建者在建造了堤坝和湖泊之后,建造了一座宫殿,这座宫殿虽然不逊色于其他人的宫殿,但却配不上先王们的慷慨与对美的热爱。
§1.51.2οἱ γὰρ ἐγχώριοι τὸν μὲν ἐν τῷ ζῆν χρόνον εὐτελῆ παντελῶς εἶναι νομίζουσι, τὸν δὲ μετὰ τὴν τελευτὴν διʼ ἀρετὴν μνημονευθησόμενον περὶ πλείστου ποιοῦνται, καὶ τὰς μὲν τῶν ζώντων οἰκήσεις καταλύσεις ὀνομάζουσιν, ὡς ὀλίγον χρόνον ἐν ταύταις οἰκούντων ἡμῶν, τοὺς δὲ τῶν τετελευτηκότων τάφους ἀιδίους οἴκους προσαγορεύουσιν, ὡς ἐν ᾅδου διατελούντων τὸν ἄπειρον αἰῶνα·
因为当地人认为活着的时间完全微不足道,而将死后因美德而被纪念的时光视为最珍贵;他们将活人的住所称为“旅馆”,因为我们只在其中居住短暂的时间,而将死者的坟墓称为“永远的家”,因为他们将在冥界度过无尽的岁月。
διόπερ τῶν μὲν κατὰ τὰς οἰκίας κατασκευῶν ἧττον φροντίζουσι, περὶ δὲ τὰς ταφὰς ὑπερβολὴν οὐκ ἀπολείπουσι φιλοτιμίας.
因此,他们不太关心房屋的建造,但在坟墓的修筑上,他们倾注了无以复加的热情。
§1.51.3τὴν δὲ προειρημένην πόλιν ὀνομασθῆναί τινές φασιν ἀπὸ τῆς θυγατρὸς τοῦ κτίσαντος αὐτὴν βασιλέως.
有人说,前述的城市是以创建它的国王的女儿的名字命名的。
ταύτης δὲ μυθολογοῦσιν ἐρασθῆναι τὸν ποταμὸν Νεῖλον ὁμοιωθέντα ταύρῳ, καὶ γεννῆσαι τὸν ἐπʼ ἀρετῇ θαυμασθέντα παρὰ τοῖς ἐγχωρίοις Αἴγυπτον, ἀφʼ οὗ καὶ τὴν σύμπασαν χώραν τυχεῖν τῆς προσηγορίας.
他们传说尼罗河化身为公牛爱上了她,并生下了因美德而深受当地人赞赏的埃勃托斯,整个国家也因他而得到了这个名字。
§1.51.4διαδεξάμενον γὰρ τοῦτον τὴν ἡγεμονίαν γενέσθαι βασιλέα φιλάνθρωπον καὶ δίκαιον καὶ καθόλου σπουδαῖον ἐν πᾶσι· διὸ καὶ μεγάλης ἀποδοχῆς ἀξιούμενον ὑπὸ πάντων διὰ τὴν εὔνοιαν τυχεῖν τῆς προειρημένης τιμῆς.
因为他继承了统治权,成为一位仁慈、公正、而且在所有事情上都极为优秀的国王;因此,由于他的善意,他被所有人认为值得极大的拥戴,并获得了前述的荣誉。
§1.51.5μετὰ δὲ τὸν προειρημένον βασιλέα δώδεκα γενεαῖς ὕστερον διαδεξάμενος τὴν κατʼ Αἴγυπτον ἡγεμονίαν Μοῖρις ἐν μὲν τῇ Μέμφει κατεσκεύασε τὰ βόρεια προπύλαια, τῇ μεγαλοπρεπείᾳ πολὺ τῶν ἄλλων ὑπερέχοντα, ἐπάνω δὲ τῆς πόλεως ἀπὸ δέκα σχοίνων λίμνην ὤρυξε τῇ μὲν εὐχρηστίᾳ θαυμαστήν, τῷ δὲ μεγέθει τῶν ἔργων ἄπιστον·
在前述国王之后第十二代,继承了埃及统治权的莫伊里斯在孟斐斯建造了北侧的前门,其宏伟程度远远超过其他建筑;并在城市上游十斯霍伊诺斯的地方挖了一座湖,其便利性令人惊叹,其工程规模令人难以置信。
§1.51.6τὴν μὲν γὰρ περίμετρον αὐτῆς φασιν ὑπάρχειν σταδίων τρισχιλίων καὶ ἑξακοσίων, τὸ δὲ βάθος ἐν τοῖς πλείστοις μέρεσιν ὀργυιῶν πεντήκοντα· ὥστε τίς οὐκ ἂν ἀναλογιζόμενος τὸ μέγεθος τοῦ κατασκευάσματος εἰκότως ζητήσαι πόσαι μυριάδες ἀνδρῶν ἐν πόσοις §1.51.7ἔτεσι τοῦτο συνετέλεσαν;
因为他们说,该湖的周长达三千六百斯塔德,大部分地方的深度达五十寻;因此,任何人在考虑到这项建筑的规模时,怎能不理所当然地发问:究竟是多少万人在多少年内完成了这项工程?
τὴν δὲ χρείαν τὴν ἐκ ταύτης καὶ κοινωφελίαν τοῖς τὴν Αἴγυπτον οἰκοῦσιν, ἔτι δὲ τὴν τοῦ βασιλέως ἐπίνοιαν, οὐκ ἄν τις ἐπαινέσειε τῆς ἀληθείας ἀξίως.
而对于由此产生的实用性以及对居住在埃及的人们的共同福祉,再加上国王的深谋远虑,任何人怎么称赞都不足以符合事实。

词汇与语法注释

  1. 1.51.2ὡς ὀλίγον ¦p.v.1.p.89¦ χρόνον ἐν ταύταις οἰκούντων ἡμῶν — 由连词 ὡς 引导的属格独立分词结构(ἡμῶν οἰκούντων),表示主观原因或视作:“以为……”。接下来的 ὡς ἐν ᾅδου διατελούντων 同样是属格独立分词结构,省略了逻辑主语代词 αὐτῶν(指死者)。
  2. 1.51.3ἀφʼ οὗ καὶ τὴν σύμπασαν χώραν τυχεῖν τῆς προσηγορίας — 虽然这是以关系代词 ἀφ' οὗ 开始的从句,但因为受到主句动词 μυθολογοῦσιν(“他们神话般地叙述”)间接引语的支配,其动词采用了“对格与不定式”结构(τὴν σύμπασαν χώραν 为主语,τυχεῖν 为不定式)。
  3. 1.51.6ὥστε τίς οὐκ ἂν ... εἰκότως ζητήσαι — 在由 连词 ὥστε(“因此”)引导的结果从句中,嵌入了一个使用潜在希求法(ἄν + 希求法 ζητήσαι)的反问句。它不是表达现实中客观的结果,而是表达一种强烈的推论性逻辑结果:“谁能不理所当然地发问呢?”

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.51.1-1.51.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.51.1-1.51.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。