§1.51.1ὁ δὲ τὴν Μέμφιν κτίσας μετὰ τὴν τοῦ χώματος καὶ τῆς λίμνης κατασκευὴν ᾠκοδόμησε βασίλεια τῶν μὲν παρὰ τοῖς ἄλλοις οὐ λειπόμενα, τῆς δὲ τῶν προβασιλευσάντων μεγαλοψυχίας καὶ φιλοκαλίας οὐκ ἄξια.
メンフィスを創建した者は、堤防と湖の建設ののちに、他の人々のもとに建つものに劣らない一方、先代...(文字数制限を回避するため省略不可、指示通りに翻訳本文を出力する)メンフィスを創建した者は、堤防と湖の建設ののちに、他の人々のもとに建つ宮殿に劣らない一方、先代の王たちの気前の良さや美への愛には及ばない宮殿を建設した。
§1.51.2οἱ γὰρ ἐγχώριοι τὸν μὲν ἐν τῷ ζῆν χρόνον εὐτελῆ παντελῶς εἶναι νομίζουσι, τὸν δὲ μετὰ τὴν τελευτὴν διʼ ἀρετὴν μνημονευθησόμενον περὶ πλείστου ποιοῦνται, καὶ τὰς μὲν τῶν ζώντων οἰκήσεις καταλύσεις ὀνομάζουσιν, ὡς ὀλίγον χρόνον ἐν ταύταις οἰκούντων ἡμῶν, τοὺς δὲ τῶν τετελευτηκότων τάφους ἀιδίους οἴκους προσαγορεύουσιν, ὡς ἐν ᾅδου διατελούντων τὸν ἄπειρον αἰῶνα·
なぜなら、現地の人々は、生きている間の時間をまったく取るに足らないものと考え、死後、優れた徳のゆえに記憶される時間を最も重んじるからである。 そして、生者の住処を、私たちがその中にわずかな時間しか住まないものとして「宿舎」と呼び、他方、死者の墓を、冥界において無限の年月を過ごすものとして「永遠の家」と呼んでいる。
διόπερ τῶν μὲν κατὰ τὰς οἰκίας κατασκευῶν ἧττον φροντίζουσι, περὶ δὲ τὰς ταφὰς ὑπερβολὴν οὐκ ἀπολείπουσι φιλοτιμίας.
それゆえ、彼らは家々の構造についてはあまり気にかけず、墓については熱意の極みを尽くすことを惜しまない。
§1.51.3τὴν δὲ προειρημένην πόλιν ὀνομασθῆναί τινές φασιν ἀπὸ τῆς θυγατρὸς τοῦ κτίσαντος αὐτὴν βασιλέως.
前述の都市は、それを創建した王の娘にちなんで名付けられたと言う人々がいる。
ταύτης δὲ μυθολογοῦσιν ἐρασθῆναι τὸν ποταμὸν Νεῖλον ὁμοιωθέντα ταύρῳ, καὶ γεννῆσαι τὸν ἐπʼ ἀρετῇ θαυμασθέντα παρὰ τοῖς ἐγχωρίοις Αἴγυπτον, ἀφʼ οὗ καὶ τὴν σύμπασαν χώραν τυχεῖν τῆς προσηγορίας.
そして、この娘に、雄牛に姿を変えたナイル川が恋をし、現地の人々の間でその優れた徳のために感嘆されたアイギュプトスを産み、彼にちなんで全土もまたその名称を得た、と彼らは神話的に語っている。
§1.51.4διαδεξάμενον γὰρ τοῦτον τὴν ἡγεμονίαν γενέσθαι βασιλέα φιλάνθρωπον καὶ δίκαιον καὶ καθόλου σπουδαῖον ἐν πᾶσι·
なぜなら、この者が支配権を継承して、人間愛に富み、公正で、概してすべての点において優れた王となったからである。
διὸ καὶ μεγάλης ἀποδοχῆς ἀξιούμενον ὑπὸ πάντων διὰ τὴν εὔνοιαν τυχεῖν τῆς προειρημένης τιμῆς.
それゆえ、彼はその慈愛のためにすべての人々から大いなる支持を受けるに値するとみなされ、前述の栄誉を得たのである。
§1.51.5μετὰ δὲ τὸν προειρημένον βασιλέα δώδεκα γενεαῖς ὕστερον διαδεξάμενος τὴν κατʼ Αἴγυπτον ἡγεμονίαν Μοῖρις ἐν μὲν τῇ Μέμφει κατεσκεύασε τὰ βόρεια προπύλαια, τῇ μεγαλοπρεπείᾳ πολὺ τῶν ἄλλων ὑπερέχοντα, ἐπάνω δὲ τῆς πόλεως ἀπὸ δέκα σχοίνων λίμνην ὤρυξε τῇ μὲν εὐχρηστίᾳ θαυμαστήν, τῷ δὲ μεγέθει τῶν ἔργων ἄπιστον·
前述の王から十二世代のちにエジプトの支配権を継承したモイリスは、メンフィスにおいて北側の前門を建設したが、これは壮麗さにおいて他のものをはるかに領駕していた。 また、都市の上流十スコイノスのところに、実用性においては素晴らしく、工事の規模においては信じがたいほどの湖を掘った。
§1.51.6τὴν μὲν γὰρ περίμετρον αὐτῆς φασιν ὑπάρχειν σταδίων τρισχιλίων καὶ ἑξακοσίων, τὸ δὲ βάθος ἐν τοῖς πλείστοις μέρεσιν ὀργυιῶν πεντήκοντα·
なぜなら、その周囲は三千六百スタディオンであり、深さは大半の場所で五十オルギュイアに及ぶと彼らは言っているからである。
ὥστε τίς οὐκ ἂν ἀναλογιζόμενος τὸ μέγεθος τοῦ κατασκευάσματος εἰκότως ζητήσαι πόσαι μυριάδες ἀνδρῶν ἐν πόσοις §1.51.7ἔτεσι τοῦτο συνετέλεσαν;
したがって、この建造物の規模を考慮して、誰が当然のこととして、どれほど多くの万単位の人々が、どれほど多くの年のうちにこれを完成させたのかと尋ねずにいられようか。
τὴν δὲ χρείαν τὴν ἐκ ταύτης καὶ κοινωφελίαν τοῖς τὴν Αἴγυπτον οἰκοῦσιν, ἔτι δὲ τὴν τοῦ βασιλέως ἐπίνοιαν, οὐκ ἄν τις ἐπαινέσειε τῆς ἀληθείας ἀξίως.
この湖から生じる実用性とエジプトに住む人々への共同の便益、さらには王の深慮については、誰も真実に値するほどには称賛することはできないだろう。